1

 2

 3

 4

 5

3

γάρ, φησίν. τί δὲ νομίζω; καλὸν τὸ ἄνευ γάμου εἶναι διὰ τὰς ἐν αὐτῷ δυσκολίας καὶ τὰ τοῦ γάμου κακά. Ἐπιδιορθοῦται αὐτὸ τὸ ἀσθενὲς τῶν ἀκροατῶν, δεδοικὼς ὡς οὐ χωρούντων τὴν παρθενίαν. παρθένον ἐνταῦθά φησιν οὐ. τὴν ἀφιερωμένην θεῷ, ἀλλὰ τὴν ἔτι ἄγαμον κόρην, ὡς ἥ γε ἀφιερωθεῖσα θεῷ, εἰ γήμει, μοιχὸν ἐπεισφέρει τῷ Χριστῷ ᾧ νενύμφευται. Οἱ γαμοῦντες, φησί, θλίψιν ἕξουσι διὰ τὰς ἐν τῷ γάμῳ λύπας. ἐγὼ δέ, φησί, φείδομαι ὑμῶν ὡς τέκνων καὶ βούλομαι 437 ἐλευθέρους εἶναι καὶ ἀλύπους· τέως γὰρ ἐν δεσμοῖς εἰσιν. δέδεσαι γάρ, φησί, γυναικί; εἶτα καὶ ἑαυτῶν οὐκ ἐξουσιάζουσιν, ὡς ἄνω φησίν. 1 kor 7,29-31 Ἐπειδὴ εἶπεν ὅτι θλίψιν τῇ σαρκὶ ἕξουσιν, ἵνα μή τις εἴπῃ· ἀλλὰ καὶ ἡδονήν, ἐκ τοῦ συνεσταλμένου καιροῦ πειρᾶται τὰ τῆς ἡδονῆς ὑποτεμεῖν. διὰ τοῦτο, φησί, λέγω ὅτι θλίψιν ἕξουσιν, ἐπειδὴ μήτε ἡδονὴν δύνανται ἔχειν ἐν τῷ τὸν καιρὸν οὕτω συνεστάλθαι καὶ πρὸς λύσιν ἐπείγεσθαι· ἤδη γὰρ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ, καὶ λοιπὸν ἀποδημεῖν πρὸς αὐτὸν κελευόμεθα. Ἢ ὅτι καὶ περὶ τὴν μῖξιν ἐγκρατεῖς εἶναι βούλεται. ∆ιὰ τὴν τοῦ καιροῦ βραχύτητα πάντα τὰ ἐν σπουδῇ νῦν ὑπάρχοντά τισιν ὡς οὐκ ὄντα, φησίν, ὀφείλομεν ἡγεῖσθαι, καὶ τὸ ἔχειν γυναῖκα καὶ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι· ὅταν γὰρ ἐγγὺς ὁ θάνατος, τί δεῖ τοῖς ἐνταῦθα ἐμφιλοχωρεῖν καὶ νομίζειν εἶναι γάμον καὶ ἀγορασίας, ἢ τὸ ὅλως χρᾶσθαι τῷ κόσμῳ; Τὸ πάνυ τῇ τοῦ κόσμου ἀπολαύσει οἷον τρυφῇ καὶ πλούτῳ καὶ δυναστείᾳ κεχρῆσθαι παράχρησιν καλεῖ, τοῦτ' ἔστι τὸ μὴ κεχρῆσθαι αὐτῷ καθὼς πρέπει σημαίνων. οὐ γὰρ διὰ τοῦτο παρήχθημεν εἰς τὸν κόσμον, ἵνα ταῦτα πράττωμεν· ἐπ' ἔργοις γὰρ ἀγαθοῖς ἐκτίσμεθα. ὁ οὖν τὰ ἐν οἷς ἐπλάσθη ἀφεὶς καὶ ἑτέρως τῷ κόσμῳ χρώμενος παραχρᾶται αὐτῷ. 1 kor 7,32-35 Ὅρα πῶς τῇ τῆς μερίμνης διαφορᾷ ἐπὶ παρθενίαν παρακαλεῖ· τὸ γὰρ τὰ τοῦ κυρίου μεριμνᾶν οὐκ ἔστι μέριμνα ἀλλὰ σωτηρία, ὅθεν ἄνω λέγει· θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Μεμέρισται, τοῦτ' ἔστιν οὐ τὴν αὐτὴν ἔχουσι φροντίδα, ἀλλὰ μεμερισμέναι εἰσὶ ταῖς σπουδαῖς. ἡ μὲν γὰρ παρθένος, φησί, τὰ τοῦ κυρίου μεριμνᾷ, ἵνα ᾖ σώματι καὶ πνεύματι ἁγία· σώματι μὲν διὰ τὴν ἁγνείαν, πνεύματι δὲ διὰ τὴν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἐνοίκησιν τοῦ παρακλήτου πνεύματος. ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ· ἀνδρὶ γὰρ ἀρέσαι βούλεται. τί ἐστι τὰ τοῦ κόσμου; ἴσως καὶ εὔοπτος εἶναι βούλεται καὶ οἰκουρός, καὶ μηδὲ τῷ δεομένῳ ἁπλοῦσα χεῖρα φιλάνθρωπον. 438 Τοὺς δὲ περὶ παρθενίας λόγους, φησίν, ἐκίνησα, τοῦτο ὑμῖν συμφέρον εἰδώς, οὐχ ἵνα ἀναγκάσω ὑμᾶς καὶ θέλοντας καὶ μή, παρθενεύειν· τὴν γὰρ ἀνάγκην βρόχον καλεῖ. Οὐ γὰρ λέγω, φησί, ταῦτα, ἵνα βρόχον καὶ ἀνάγκην ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ἀπερισπάστως εὐπρόσεδρον τῷ κυρίῳ ἀγαγεῖν ὑμᾶς βουλόμενος. 1 kor 7,36-38 Οὕτω πῶς; ὃ θέλει, φησί, ποιείτω, εἴτε ἐγγαμισάτω, εἴτε τηρείτω παρθένον· οὐδέτερον γὰρ ἁμαρτία. εὐδοκιμεῖ δὲ μᾶλλον ὁ φυλάττων παρθένον ὡς προϊών φησιν. Ὁρᾷς πῶς ἐκ προοιμίων θαυμάζει τὸν τηροῦντα αὐτὴν παρθένον, ὃς ἕστηκε, φησίν, ἑδραῖος ἐν τῇ καρδίᾳ· δῆλον ὅτι ἐκεῖνος, ὁ διὰ τὴν δοκοῦσαν ἀσχημοσύνην καθυφεὶς καὶ ἐγγαμίσας, οὐχ ἕστηκεν ἑδραῖος ἐν τῷ ἔργῳ τοῦ θεοῦ. Οὐκ ἔχει, φησίν, ἀνάγκην, μὴ ἐγγαμίσαι αὐτήν· ᾖ γὰρ ἄν, οὔτε οὕτω θαυμάσιος ἦν μὴ ἐγγαμίζων, τῇ γὰρ ἀνάγκῃ καὶ οὐκ αὐτῷ τὸ ἔργον ἐλογίζετο· νυνὶ δὲ φιλοτιμία ἐστὶν αὐτοῦ τὸ πᾶν, καὶ θεοφιλὴς προαίρεσις. Ἑδραῖόν τινα ὑποτίθεται ἄνθρωπον, ὃν οὐκ ἴσχυσε σαλεῦσαι ἡ δοκοῦσα παρὰ τοῖς ἀνθρώποις ἀσχημοσύνη ἐπὶ τῶν φυλαττόντων παρθένους τὰς θυγατέρας. Καὶ ἐκεῖνο μέν, φησί, καλόν· οὐ γὰρ ἁμαρτία τὸ ἐγγαμίζειν, πᾶν δὲ ὃ οὐχ ἁμαρτία καλόν· ὁ δέ γε μὴ ἐγγαμίζων καὶ κατόρθωμά τι πράττει ὃ κρεῖττόν ἐστιν. ὅρα δὲ πῶς ἐκ τῆς συγκρίσεως τὸ μὴ ἐγγαμίζειν συμβουλεύει. 1 kor 7,3940 Νόμῳ λέγει τῷ περὶ τῶν μοιχῶν· τούτῳ γὰρ κατέχεται εἰς τὸ μὴ συμπλακῆναι ἑτέρῳ. εἰπὼν δὲ δέδεται, ἔργῳ δείκνυσιν ὅτι ὁ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ· δεσμοῦ γὰρ αὐτὴν ἐλευθεροῖ. Ἠλευθέρωται γὰρ καὶ ἐκ τοῦ πρώτου δεσμοῦ καὶ νόμου καὶ λέλυται. εἰπὼν δὲ ὅτι ἐλύθη, προετρέψατο μὴ πάλιν γῆμαι καὶ