1

 2

 3

 4

 5

2

εἰς τὴν ἰδίαν σύστασιν καὶ εἰς αὐτὴν τὴν τοῦ σώματος τοῦ ἀνθρωπίνου κατασκευὴν πλημμελεῖ, ἐνυβρίζων εἰς τὸ τοῦ σώματος ἡμῶν ἐργαστήριον, καὶ ἄλλην· ὅτι σῶμα Χριστοῦ καὶ μέλη Χριστοῦ ἐστιν ὁ ἄνθρωπος· ὁ οὖν εἰς τὸ ἴδιον σῶμα πλημμελῶν εἰς Χριστὸν πλημμελεῖ, τὴν κεφαλὴν ἡμῶν, οὗ καὶ ναός ἐστι τὸ σῶμα. Μετὰ πάντων καὶ ταῦτα δέξαι, εἰ βούλει· ἐξᾶραι βουλόμενος τὸ τῆς πορνείας ἁμάρτημα, τοιοῦτόν τινα λέγει σκοπόν, ὅτι μυρίων ἄξιος τιμωριῶν ὁ πόρνος· ὁ γὰρ τοῦ μολυσμοῦ τοῦ ἰδίου σώματος μὴ φειδόμενος, πῶς ἄλλου φείσαιτο; ὁ γὰρ ἑαυτῷ κακός, τίνι ἀγαθός; Καὶ ἄλλως· γέγραπται περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ὁ οὖν μὴ νόμῳ ἐπιτετραμμένος καὶ θείῳ γάμῳ ἀλλὰ πορνεύων, δέον ἔχειν τίμιον γάμον καὶ κοίτην ἀμίαντον, ἐκ τῆς πορνείας καὶ τῆς ἔνθεν ἀκαθαρσίας 435 ἐνυβρίζει τόν τε γάμον καὶ τὴν γυναῖκα· ὁ δέ γε τοῦτο ποιῶν εἰς ἴδιον σῶμα ἁμαρτάνει, εἰς τὴν γυναῖκα ἁμαρτάνων ἥτις ἓν σῶμά ἐστι μετὰ τοῦ ἀνδρός, καὶ σῶμά ἐστι τοῦ ἀνδρὸς καθὸ πλευρὰ αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ ἐλήφθη. τὴν τελευταίαν νομίζω καλλίστην εἶναι, ἀνελλειπῆ γὰρ τὴν τοῦ ῥητοῦ διάνοιαν σώζει. εὑρίσκεται γὰρ οὕτως· πᾶν ἁμάρτημα ὃ ἐὰν πράξῃ ἄνθρωπος ἐκτός ἐστι τῆς πρὸς τὴν γυναῖκα ἐπὶ μίξει παροινίας καὶ ἀκαθαρσίας, ὁ δὲ πορνεύων εἰς τὴν γυναῖκα ἁμαρτάνει, ἀκαθαρσίας αὐτὴν ἀναπιμπλὰς καὶ αἰσχρότητος. Καὶ τοῦ ἁγίου Ἀθανασίου ἔστι πρὸς τούτοις ἅπασιν ἑρμηνεία ἐν τῷ Περὶ σεμνοῦ γάμου. Πρὸς τούτοις ὅλοις ἡρμήνευσέ τις καὶ οὕτως· πρὸς ἁβροδιαίτους καὶ φιλοσάρκους γράφων ὁ Παῦλος τῇ αὐτῶν φιλοσαρκίᾳ συνεργῷ ἐχρήσατο πρὸς τὴν τῆς πορνείας παραίτησιν, τοῦτο λέγων, ὅτι τὰ λοιπὰ ἁμαρτήματα ψυχὴν ἀδικεῖ καὶ εἰς αὐτὴν μόνην τὴν βλάβην παραπέμπει· ὁ δέ γε πορνεύων σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀδικεῖ, φθείρων αὐτὸ καὶ ἐκδυναμῶν καὶ τὸν ψυχικὸν καὶ ζωτικὸν καθαιρῶν τόνον, ὡσεὶ εἶπεν· φείσασθε κἂν τοῦ σώματος ὑμῶν, ὃ περιέπετε καὶ θάλπετε καὶ οὗ πρόνοιαν πλείστην ποιεῖσθε. ἐρωτηματικῶς· τί γάρ; ὁ φθόνος οὐ τήκει τὸ σῶμα; τί οὖν μόνην τὴν πορνείαν τοῦτο ποιεῖν φησίν; Λίαν ἀσφαλῶς εἶπεν ὁ ἀπόστολος. φησὶ γάρ· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ φθόνος οὐ γίνεται παρ' ἡμῶν, ἀλλ' ἐνεργεῖται εἰς ἡμᾶς. πάσχομεν οὖν, ἀλλ' οὐ ποιοῦμεν τὸν φθόνον· καὶ πάθος ἐστίν, ἀλλ' οὐκ ἐνέργεια. περὶ ἐνεργείας δὲ νῦν ὁ λόγος τῷ ἀποστόλῳφησὶ γάρ· πᾶν ἁμάρτωμα ὃ ποιήσῃ ἄνθρωποςοὐ μὴν περὶ πάθους. 1 kor 6,18β Τοῦτ' ἔστιν ἀκάθαρτον αὐτὸ ποιεῖ. 1 kor 7,56 Οὐ γὰρ ὥσπερ τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις ἤδη καὶ τὸ μὴ ἀποστερεῖν ἀλλήλους ἐπιταγή τίς ἐστιν, καὶ ἐπαινετὸς ὁ τοῦτο ποιῶν ὡς νόμον πληρῶν. κατὰ συγγνώμην, φησί, τοῦτο εἶπον, συγκαταβὰς τῇ ἀσθενείᾳ ὑμῶν· ἐκ δὲ τοῦ εἰπεῖν συγγνώμην ἔδειξεν ὅτι καὶ κατεγνωσμένον πράττει πρᾶγμα ὁ μόνον ἐν τῇ νηστείᾳ καὶ τῇ προσευχῇ ἀπεχόμενος. 436 1 kor 7,18 Εἰκὸς γὰρ ἀπό τινος θεραπείας δύνασθαι εἰς τὸ ἀρχαῖον ἐπανελθεῖν τὴν περιτομήν. ἐν ἀκροβυστίᾳ, φησίν, ἐκλήθης· μένε ὃ εἶ. οὔτε γὰρ τοῦτο πρὸς σωτηρίαν συμβάλλεται, οὔτε ἐκεῖνο λυμαίνεται· ἑνὸς γὰρ χρεία, πληροῦν τὰς ἐντολάς. 1 kor 7,21-22 Ἐν τοῖς κατὰ Χριστόν, φησί, πράγμασιν ἴσοι ἐστὲ σὺ καὶ ὁ δεσπότης ὁ σός· ἐκεῖνος γὰρ δοῦλος Χριστοῦ ἐστιν, σὺ δὲ τάχα, φησί, καὶ πλέον ἔχεις· ἀπελεύθερος γὰρ εἶ Χριστοῦ, αὐτὸς γάρ σε πάσης νοητῆς δουλείας ἠλευθέρωσεν. ὅμως ἐκ τῆς περιουσίας τῶν λέξεων θέλει δεῖξαι τὸ ἴσον δούλου καὶ δεσπότου, ἐπεὶ πάντες ἀπελεύθεροί τέ ἐσμεν Χριστοῦ καθὸ ἠλευθέρωσεν ἡμᾶς τῆς τυραννίδος τοῦ σατανᾶ, καὶ δοῦλοι Χριστοῦ καθὸ ἐκεῖθεν ἐλευθερώσας ὑπὸ τὴν οἰκείαν ἤγαγε βασιλείαν. 1 kor 7,25-28 Ἐπειδὴ εἰς μείζονα φιλοσοφίαν ἔρχεται, φοβεῖται αὐτὸ καθαρῶς ἐπιτάξαι, τὴν ἀποτυχίαν τῶν μετιόντων δεδοικώς· διὰ τοῦτο οὐχ ὡς ἐπιταγὴν ἀλλ' ὡς συμβουλὴν δίδωσιν. Τὰ περὶ παρθένων ἐμμελέστερον ἡρμήνευσεν ὡς ἐν μονοβίβλῳ τὰ περὶ τούτου διαλαβών, καὶ ἐκεῖ πρόσχες· ἐγὼ δὲ τὰ χάριτι θεοῦ ἐπελθόντα μοι ἔγραψα. Ἠλεημένος, φησίν, εἰς τὸ εἶναι πιστὸς οἷον κήρυξ καὶ γνωμοδότης. Ὅρα πάλιν πῶς τὴν ἐξ ἀνάγκης ἐπιταγὴν κολάζει· νομίζω