1

 2

 3

 4

 5

4

δεθῆναι. 439 Ἵνα μὴ ἀνάγκην τὸ πρᾶγμα εἶναι νομίσῃς, φησί· κατὰ τὴν ἐμὴν γνώμην· ὅσον ἐγὼ γινώσκω, φησίν. Πολλῆς ταπεινοφροσύνης τὸ δοκῶ, τοῦτ' ἔστιν ἡγοῦμαι, ὑπονοῶ. 1 kor 8,2 Ἢ ὅτι ἐγνωσμένος παρὰ θεοῦ ἀξιοῦται ἀποκαλύψεως, ὡς καὶ αὐτός φησιν· καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν λαλῆσαι. 1 kor 9,13 Ἱερὰ μὲν ἐργαζομένους τοὺς Λευΐτας φησίν, οἳ τὰ ἐπιδέκατα ἐλάμβανον· θυσιαστηρίῳ δὲ προσεδρεύοντας τοὺς ἱερέας φησίν, οἳ ἐκ τῶν θυμάτων εἶχον ἀφαιρέματα. Καλῶς τὸ συμμερίζονται· τὰ μὲν γὰρ καὶ ὁλοκαυτώματα ἐγίνετο καὶ ἦν μόνου τοῦ θυσιαστηρίου, καὶ ἐκ τῶν θυομένων δὲ τὸ μὲν αἷμα προσεχεῖτο τῷ θυσιαστηρίῳ καὶ τὸ στέαρ ἐθυμιᾶτο, τῶν δὲ κρεῶν ἀφαίρεμά τι ἐλάμβανεν ὁ ἱερεύς, οἷον τὸν δεξιὸν βραχίονα καὶ τὸ στηθύνιον καὶ τὸ ἔνυστρον. 1 kor 9,15-18 Καύχημα γάρ, φησίν, ὁ αὐτὸς ἐξ οἰκείας φιλοτιμίας ἐπιδείκνυται, τὴν δεσποτικὴν ἐπιταγὴν ὡς δοῦλος πιστὸς οὐ λογιζόμενος εἰς οἰκεῖον κατόρθωμα· ἤκουσεν γὰρ τοῦ δεσπότου λέγοντος· ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. ποῖον οὖν καύχημα τὸ κατὰ χρέος γινόμενον; Ἢ οὕτως· εἰ μὲν ἑκὼν τοῦτο πράσσω, τὸ ἀδάπανον τιθέναι τὸ εὐαγγέλιον, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐδὲ οὕτως σφάλλομαι. τί δήποτε; οἰκονομίαν πεπίστευμαι. τοῖς δὲ τὴν τοιαύτην οἰκονομίαν ἐμπεπιστευμένοις ἔξεστι λαμβάνειν· ὁ γὰρ κύριος προσέταξεν τοῖς τὸ εὐαγγέλιον κηρύσσουσιν ἐξ αὐτοῦ ἐσθίειν. τοῦ δὲ ἑκὼν καὶ τοῦ ἄκων αὕτη διαφορά· ἑκὼν μὲν ἔνθα καὶ ὁ λογισμὸς συνευδοκεῖ, ἀβαρῶς φέρων καὶ χαίρων ἐπὶ τῷ γινομένῳ, ἄκων δὲ ἔνθα μετὰ βίας καὶ ἀνάγκης τοῦ λογισμοῦ τοῦτο πράττει. 440 1 kor 9,24 Οὐκ οἴδατε; οὐκ ἄρα κατειληφότες ἦσαν. 1 kor 10,2 Εἰς τὸν Μωϋσῆν δέ, φησίν, ἐπειδὴ αὐτὸν ἰδόντες εἰσβάλλοντα κατὰ τῆς διαιρέσεως τῆς θαλάσσης ἐμιμήσαντο· ὥσπερ οὖν πρωτοστάτης αὐτοῖς τούτου γέγονε Μωϋσῆς. 1 kor 10,5 Ἢ διὰ τὸν Ἰησοῦν καὶ τὸν Χαλὲβ καὶ τοὺς νέους αὐτῶν υἱούς. 1 kor 10,16 Ἢ ὃ εὐλογοῦντες κατασκευάζομεν· οἶδας ὃ λέγω. 1 kor 10,24 Μὴ γὰρ τοῦτο, φησί, μόνον ζήτει, εἰ καθαρᾷ σὺ ἐσθίεις συνειδήσει, ἀλλ' εἰ καὶ τὸν ἀδελφόν σου ὠφελεῖ τὸ γινόμενον. 1 kor 11,3 Πλὴν εἰ μὴ καὶ Χριστοῦ οὕτω κεφαλὴ ὁ θεός, καθάπερ ἡμῶν ὁ Χριστὸς καθό ἐστι καὶ νοεῖται ἄνθρωπος. 1 kor 11,17 Ἡ αἰτία τοίνυν τοῦ νῦν κεφαλαίου αὕτη· ἦν παρ' αὐτοῖς δεῖπνα κυριακά. ἐγένετο δὲ οὕτως· κατὰ φανερὰς ἡμέρας μετὰ τὴν τῶν ἁγίων μυστηρίων μετάληψιν ἐγίνετο δεῖπνα κοινά, τῶν πλουτούντων παρασκευαζόντων καὶ τοὺς πένητας συγκαλουμένων. τοῦτο δὲ ἦν πρόφασις ἀγάπης καὶ ταπεινοφροσύνης. ἐπεὶ οὖν τὸ τούτων αἴτιον τῶν ἀγαθῶν παρεφθείρετο, ἐδεήθη τοῦ γράψαι. 1 kor 11,23 Ἢ ὅτι ἐδιδάχθη ταῦτα ἀπὸ τοῦ κυρίου, ἵνα ᾖ τὸ παρέλαβον ἀντὶ τοῦ ἐδιδάχθην. 441 1 kor 11,28 Περὶ τοῦ κυριακοῦ μὲν δείπνου ἦν ὁ λόγος αὐτῷ, ἀλλ' ἐπειδὴ εἰς τὸν περὶ μυστηρίων ἐνέπεσε κατά τινα λόγου ἀκολουθίαν, τὰ προκείμενα διορθοῦται· τοῦτο γὰρ ἔθος τῷ Παύλῳ πάντα τὰ παρεμπίπτοντα διορθοῦν. 1 kor 12,9 Ἢ καὶ τὴν τῶν δογμάτων. 1 kor 13,12β Ἢ τοῦτο νόει μοι περὶ τοῦ υἱοῦ αὐτὸν λέγειν. 1 kor 13,13 Εἰσὶ μὲν καὶ γλῶσσαι καὶ προφητεῖαι καὶ γνώσεις νῦν, εἰ καὶ ἀμυδραί εἰσιν· ἀλλὰ τὸ εἰρημένον νυνὶ δὲ μένει νοήσεις, τὸ οἷον μονιμώτεραί εἰσι τῶν λοιπῶν αἱ τρεῖς αὗται ἀρεταί, ἤγουν τὰ χαρίσματα, ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάπη· καὶ τούτων δὲ αὐτῶν πάλιν ἡ ἀγάπη μείζων, ἐπειδὴ καὶ εἰς τὸν μέλλοντα χρόνον παρεκτείνεται. διὰ τοῦτο δὲ τὰ τρία ταῦτα τῶν λοιπῶν μονιμώτερα οἷον τῆς προφητείας καὶ τῶν γλωσσῶν καὶ τῆς γνώσεως, ἐπειδὴ τῆς πίστεως χεθείσης ἀργεῖν ἤμελλον λοιπὸν αἱ κατὰ πλάτος προφητεῖαι καὶ γλῶσσαι, καὶ ἡ παρὰ Korινθίοις δὲ γνῶσις τέλος ἤμελλεν ἕξειν, ἀμυδροτέρα ὑπάρχουσα τῆς νῦν ἐνούσης χάριτι Χριστοῦ ἐν τῷ κόσμῳ γνώσεως. 1 kor 14,21 Ἢ καὶ τὸ οὐδ' οὕτως εἰσακούσονταί μου ὡς πρὸς τὸ κοινὸν εἴρηται καὶ τὸ μὴ πάντας εἰσακοῦσαι, ἐπεὶ ἔνι μηδὲ ἕνα εἰσακοῦσαι. 1 kor 14,32 Ἄντικρυς ἢ ἐπὶ τῶν μάντεων· ἐκεῖνοι γὰρ μετὰ τὴν παρ' αὐτοῖς ἐνθουσίασιν, καὶ ἄκοντες οἷα δαιμονῶντες λαλοῦσιν ἃ οὐ βούλονται. εἰ