Vita Porphyrii episcopi Gazensis

 ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένητ

 Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. ∆ιαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρι

 διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸ

 ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑ

 16 Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάν

 τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας

 23 Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρ

 χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών.

 29 Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλη

 33 Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως

 κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸ

 39 Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸ

 πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα.

 ἀπελθόντες ἐποιήσαμεν τὴν ἱκεσίαν, πολλὰ τάξαντες ἐν τῷ χάρτῃ, οὐ μόνον καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τοῖς

 ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέ

 τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ

 τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου

 63 Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Πρ

 ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον

 ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπ

 ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ.

 τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶ

 τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς

 ἀστρολογίαν φάσκουσιν, ἵν' ἀδεῶς ἁμαρτάνωσιν, ὡς μὴ ὄντος ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἱμαρμένης.

 δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.

 δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακ

 μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντ

 γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο

ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέων, καὶ ἁπλῶς εἰπεῖν, πάντα ὅσα δἂν εἴπητε αὐτῷ ποιήσει. Οἱ δὲ ἐπίσκοποι καὶ τούτων ἀκούσαντες, πολλὰ ηὐλόγησαν αὐτὴν καὶ τὸν υἱὸν αὐτῆς καὶ τὸν βασιλέα, καὶ διαλεχθέντες καὶ ἄλλα ψυχωφελῆ, συνταξάμενοι ἐξῆλθον. Τῇ δὲ ἑξῆς μετεπέμψατο τὸν κυαίστορα καὶ ἡμᾶς, λέγει δὲ αὐτῷ· Λάβε τὸν χάρτην τοῦτον, καὶ κατὰ τὴν δύναμιν αὐτοῦ διατύπωσον θεῖον γράμμα. Ὁ δὲ κυαίστωρ δεξάμενος τὸν χάρτην, μετὰ σπουδῆς ὑπηγόρευσεν τὸ θεῖον γράμμα, παρόντων ἡμῶν. Ὑπεβάλομεν δὲ αὐτῷ ἀφορίσαι δοῦκας καὶ ὑπατικοὺς εἰς ἄμυναν καὶ τὰ τούτων τάγματα.

51 Ὡς δὲ ἐτελειώθη τὸ θεῖον γράμμα καὶ ὑπεγράφη, παρεκαλέσαμεν τὴν δέσποιναν ἵνα ἐγχειρισθῇ τὴν χρείαν ἀνὴρ τῶν περιφανῶν. Ἐπέτρεψεν δὲ Ἀμαντίῳ ζητῆσαι ἄνδρα ζηλωτὴν Χριστιανὸν τὸν ὀφείλοντα ἐγχειρισθῆναι. Πολλοὶ γὰρ τῶν ἐν ἀξίαις προσποιήτως εἶχον τὴν πίστιν, οὓς μετῆλθεν ἡ θεία δίκη· μαθόντες γὰρ οἱ βασιλεῖς ὅτι οὐκ ὀρθῶς ἔχουσιν περὶ τὴν ἄχραντον πίστιν, περιεῖλον αὐτοὺς τῶν ἀξιωμάτων καὶ ἐζημίωσαν σώματι καὶ χρήματι· ταῦτα δὲ πρὸ τούτου ἐπράχθη. Ὅθεν ἐπέτρεψεν ἡ αὐγοῦστα ὀρθόδοξον ἄνδρα ἐγχειρισθῆναι τὴν καθ' ἡμᾶς χρείαν. Ἐνεχειρίσθη δὲ Κυνήγιος οὕτω καλούμενος τοῦ κωνστιτουρίου, ἀνὴρ θαυμάσιος καὶ ζέων περὶ τὴν πίστιν. Προσκαλεσαμένη δὲ αὐτὸν ἡ αὐγοῦστα, παρήγγειλεν αὐτῷ πάντα τὰ εἰδωλεῖα ἕως ἐδάφους καταστρέψαι καὶ πυρὶ παραδοῦναι. Ἐχαρίσατο δὲ αὐτῷ καὶ ἀπὸ χειρὸς χρήματα εἰποῦσα· Λάβε εἰς δαπάνας, καὶ μηδὲν λάβῃς παρὰ τῶν ὁσιωτάτων ἐπισκόπων. ∆εξάμενος δὲ τὰς τοιαύτας ἐντολὰς παρὰ τῆς δεσποίνης ἐξῆλθεν γενόμενος προθυμότερος.

52 ∆ιατρίψαντες δὲ τὸ ὑπόλοιπον τοῦ χειμῶνος καὶ ποιήσαντες τὰς ἁγίας ἡμέρας τῆς πασχαλίας καὶ τὴν ἀναστάσιμον, εὐτρεπιζόμεθα ἐκπλεῦσαι. Παρεκαλέσαμεν δὲ τὸν θαυμάσιον Ἀμάντιον μηνῦσαι ἡμᾶς πρὸς τὴν δέσποιναν, ἵνα συνταξώμεθα αὐτῇ. Ὃ δὲ ἀκούσας, ἐλυπήθη διὰ τὸ ἡμᾶς μέλλειν ἐκπλεῖν· τοσοῦτον γὰρ ἡμᾶς ἠγάπησεν ὡς αὐτὸν παρακαλέσαι τὴν δέσποιναν ἀπολῦσαι αὐτὸν ὡς χάριν τοῦ εὔξασθαι εἰς τοὺς ἁγίους καὶ σεβασμίους τόπους. Ἐφοβήθη δὲ ἡ δέσποινα ἀπολῦσαι αὐτόν, ἵνα μὴ κατερχόμενος μονάσῃ καὶ ἀπομείνῃ ἐκεῖ· ἠπίστατο γὰρ τὸν βίον τοῦ ἀνδρός. Ἦν γὰρ κατὰ ἀλήθειαν ἄμεμπτος, πολλὰς ἐλεημοσύνας παρέχων καὶ διὰ παντὸς νηστεύων καὶ ξενοδοχῶν πολλοὺς καὶ συντρέχων εἰς τὰς εὐσεβεῖς χρείας. Τοσαῦτα μὲν περὶ τοῦ θεοφιλοῦς Ἀμαντίου. Ἐμήνυσεν δὲ ἡμᾶς πρὸς τὴν δέσποιναν, καὶ εἰσήλθομεν πρὸς αὐτήν, καὶ λέγει τοῖς ὁσιωτάτοις ἐπισκόποις· Πότε σὺν θεῷ πλέετε; Οἳ δὲ εἶπαν· ∆ιὰ τοῦτο εἰσήλθομεν, συντάξασθαι τῷ ὑμετέρῳ κράτει. Ἣ δὲ εἶπεν· ∆ιὰ παντὸς μνημονεύσατέ μου καὶ τοῦ ἐμοῦ τέκνου.

53 Εὐθέως δὲ ἐκέλευσεν χρήματα ἐνεχθῆναι, καὶ ἐνεχθέντων, εἶπεν τῷ κυρίῳ μου τῷ ἐπισκόπῳ Πορφυρίῳ· Λάβε, πάτερ, ταῦτα τὰ δύο κεντηνάρια, καὶ κτίσον ἣν συνεταξάμην κτίζειν ἁγίαν ἐκκλησίαν ἐν τῷ μέσῳ Γάζης, καὶ δήλωσόν μοι ἐὰν ἔτι δεηθῇς χρημάτων, καὶ εὐθέως ἀποστέλλω. Κτίσον δὲ καὶ ξενῶνα, ἵνα ὑποδέχῃ τοὺς ἀδελφοὺς τοὺς ἐνδημοῦντας τῇ σῇ πόλει καὶ χορηγῇς αὐτοῖς ἐπὶ τρεῖς ἡμέρας ἀναλώματα. ∆έδωκεν δὲ καὶ τῷ ὁσιωτάτῳ Ἰωάννῃ χρυσοῦς χιλίους καὶ τίμια σκεύη ἀμφοτέροις, εἰς δὲ ἀναλώματα δέδωκεν αὐτοῖς ἀνὰ ἐκατὸν χρυσοῦς. Ἤνυσεν δὲ καὶ ὁ προειρημένος ὁσιώτατος Ἰωάννης ὁ ἐπίσκοπος Καισαρείας ὅσα ἠβουλήθη προνόμια εἰς λόγον τῆς αὐτοῦ ἐκκλησίας. Καὶ ποιήσαντες εὐχήν, καὶ πολλὰ εὐλογήσαντες τήν τε δέσποιναν καὶ τὸν υἱὸν αὐτῆς καὶ τὸν βασιλέα, ἐξῆλθον.

54 Παρεκάλεσαν δὲ καὶ πρὸς τὸν βασιλέα εἰσελθεῖν, καὶ μηνυθέντες εἰσῆλθον. Ὁ δὲ βασιλεὺς ἐπηρώτα αὐτοὺς εἰς τελείως ἀπηλλάγησαν καὶ εἰ ἐχαρίσατο αὐτοῖς τινα ἡ αὐγοῦστα, αὐτοὶ δὲ εἶπαν ὅτι Τελείως ἀπηλλάγημεν, σῳζομένης τῆς εὐσεβείας ὑμῶν καὶ τῆς θεοφιλεστάτης ὑμῶν συμβίου καὶ τοῦ θεοφυλάκτου ὑμῶν