Vita Porphyrii episcopi Gazensis

 ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένητ

 Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. ∆ιαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρι

 διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸ

 ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑ

 16 Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάν

 τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας

 23 Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρ

 χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών.

 29 Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλη

 33 Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως

 κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸ

 39 Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸ

 πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα.

 ἀπελθόντες ἐποιήσαμεν τὴν ἱκεσίαν, πολλὰ τάξαντες ἐν τῷ χάρτῃ, οὐ μόνον καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τοῖς

 ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέ

 τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ

 τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου

 63 Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Πρ

 ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον

 ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπ

 ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ.

 τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶ

 τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς

 ἀστρολογίαν φάσκουσιν, ἵν' ἀδεῶς ἁμαρτάνωσιν, ὡς μὴ ὄντος ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἱμαρμένης.

 δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.

 δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακ

 μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντ

 γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο

ἀπελθόντες ἐποιήσαμεν τὴν ἱκεσίαν, πολλὰ τάξαντες ἐν τῷ χάρτῃ, οὐ μόνον καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τοῖς Χριστιανοῖς καὶ πρόσοδον παρασχεθῆναι· ἦν γὰρ πενιχρὰ ἡ ἁγία ἐκκλησία.

47 Τῶν δὲ ἡμερῶν διαδραμουσῶν, ἐπέφθασεν ἡ ἡμέρα ἐν ᾗ ἔμελλεν φωτίζεσθαι ὁ νέος βασιλεὺς Θεοδόσιος. Ἐστεφανώθη δὲ πᾶσα ἡ πόλις καὶ ἐκοσμήθη ἔκ τε ὁλοσηρικῶν καὶ χρυσωμάτων καὶ ἄλλου παντοίου κόσμου, ὡς μὴ δύνασθαί τινα ἐξειπεῖν τὸν κόσμον τῆς πόλεως· ἀλλὰ καὶ τὰ πλήθη τῶν οἰκητόρων τὰ κυματώδη ἦν θεάσασθαι παντοίαις εἰδέαις ἱματίων ἐναλλάττοντα. Τῆς δὲ ἐμῆς δυνάμεως οὐκ ἔστιν φράσαι τὴν λαμπρότητα τοῦ κόσμου ἐκείνου, ἀλλ' ἐκείνων τῶν τὸν λόγον ἠσκημένων, ἐγὼ δὲ ἐπὶ τὴν παροῦσαν ἀληθῆ συγγραφὴν μετελεύσομαι. Βαπτισθέντος τοῦ νέου Θεοδοσίου καὶ ἐξελθόντος ἐκ τῆς ἐκκλησίας ἐπὶ τὸ παλάτιον, ἦν πάλιν θεάσασθαι τὴν ἀρετὴν τοῦ πλήθους τῶν προηγουμένων καὶ τὴν ἐξαστράπτουσαν αὐτῶν ἐσθῆτα· πάντες γὰρ ἐλευκοφόρουν, ὡς νομίζεσθαι τὸ πλῆθος ὑπὸ χιόνος πεπληρῶσθαι. Προηγοῦντο δὲ πατρίκιοι, ἰλλούστριοι καὶ πᾶσα ἀξία μετὰ τῶν στρατιωτικῶν ταγμάτων, πάντες κηροὺς βαστάζοντες, ὡς νομίζεσθαι ἐν τῇ γῇ ἄστρα φαίνεσθαι. Ἦν δὲ πλησίον τοῦ βασταζομένου βρέφους καὶ αὐτὸς ὁ βασιλεὺς Ἀρκάδιος, ἔχων τὸ πρόσωπον ἱλαρὸν καὶ ἔκλαμπρον πλέον ἧς ἐφόρει πορφύρας, εἷς δὲ τῶν μεγιστάνων ἐβάσταζεν τὸ βρέφος ἐν λαμπρᾷ ἐσθῆτι. Ἡμεῖς δὲ ἐθαυμάσαμεν ὁρῶντες τὴν τοσαύτην δόξαν. Λέγει δὲ ἡμῖν ὁ ἐν ἁγίοις Πορφύριος· Εἰ τὰ γήϊνα καὶ μετ' ὀλίγον ἀφανιζόμενα τοιαύτην ἔχει δόξαν, πόσῳ τὰ ἐπουράνια τὰ ἡτοιμασμένα τοῖς ἀξίοις, ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη;

48 Ἔστημεν δὲ ἡμεῖς εἰς τὸ πρόθυρον τῆς ἁγίας ἐκκλησίας ἔχοντες καὶ τὸν χάρτην τῆς ἱκεσίας, καὶ ὡς ἐξῆλθεν ἐκ τοῦ βαπτίσματος, ἀνεβοήσαμεν εἰπόντες· ∆εόμεθα τῆς σῆς εὐσεβείας, προτείνοντες καὶ τὸν χάρτην. Θεασάμενος δὲ ὁ τὸ παιδίον βαστάζων καὶ γινώσκων τὸ καθ' ἡμᾶς πρᾶγμα (προεδιδάχθη γὰρ ὑπὸ τῆς δεσποίνης), ἐκέλευσεν τὸν χάρτην δεχθῆναι καὶ ἐπιδοθῆναι αὐτῷ, καὶ δεξάμενος ἔστη. Ἐκέλευσεν δὲ ἡσυχίαν γενέσθαι καὶ λύσας μέρος ἀνέγνω καὶ εἱλίξας ὑπέβαλεν τὴν χεῖρα τῇ κεφαλῇ τοῦ βρέφους καὶ ὑποκλίνας αὐτὴν ἐπὶ πάντων ἔκραξεν· Ἐκέλευσεν τὸ κράτος αὐτῶν γενέσθαι τὰ ἐν τῇ ἱκεσίᾳ. Πάντες δὲ θεασάμενοι ἐθαύμασαν καὶ προσεκύνουν τὸν βασιλέα, μακαρίζοντες αὐτὸν ὅτι ἠξιώθη ἰδεῖν ἐν τῇ ζωῇ αὐτοῦ υἱὸν βασιλεύοντα· ἐγαυρία δὲ ἀκούων. Προηγγέλθη δὲ καὶ τῇ βασιλίσσῃ Εὐδοξίᾳ τὸ γενόμενον χάριν τοῦ αὐτῆς τέκνου, ἐχάρη δὲ καὶ γονυπετήσασα ηὐχαρίστησεν τῷ θεῷ.

49 Εἰσελθόντος δὲ τοῦ παιδίου ἐν τῷ παλατίῳ ὑπήντησεν αὐτῷ ἡ δέσποινα καὶ ἐδέξατο καὶ κατεφίλησεν, καὶ βαστάζουσα αὐτὸ ἠσπάσατο καὶ τὸν βασιλέα εἰποῦσα· Μακάριος εἶ, δέσποτα, ἐφ' οἷς ἑωράκασιν οἱ ὀφθαλμοί σου ἐν τῇ ζωῇ σου· καὶ ὁ βασιλεὺς ἔχαιρεν ἀκούων. Ἰδοῦσα δὲ αὐτὸν ἡ βασίλισσα ἱλαρὸν εἶπεν· Εἰ δοκεῖ, μάθωμεν τί περιέχει ἡ ἱκεσία, ἵνα πάντως γένηται τὰ ἐν αὐτῇ. Ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν χάρτην ἀναγνωσθῆναι, καὶ ὡς ἀνεγνώσθη εἶπεν· Βαρεῖα μὲν ἡ αἴτησις, βαρυτέρα δὲ ἡ παραίτησις, ἐπειδὴ καὶ πρώτη ἐστὶν ἡ κέλευσις τοῦ ἡμετέρου υἱοῦ. Λέγει δὲ αὐτῷ ἡ δέσποινα· Οὐ μόνον πρώτη κέλευσις, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ προσχήματι, καὶ χάριν εὐσεβείας ἡ ἱκεσία καὶ ὑπὸ ὁσίων ἀνδρῶν αἰτηθεῖσα. Μόγις δὲ ὁ βασιλεὺς ἐπένευσεν, τῆς δεσποίνης πολλὰ ἐπιτιθεμένης αὐτῷ. Ταῦτα δὲ πάντα ἀπήγγειλεν ἡμῖν ὁ θεοφιλὴς Ἀμάντιος.

50 Τῇ δὲ ἑξῆς ἡμέρᾳ μεταπέμπεται ἡμᾶς ἡ βασίλισσα, καὶ κατὰ τὸ ἔθος προασπασαμένη τοὺς ὁσίους ἐπισκόπους, ἐκέλευσεν καθίσαι καὶ λέγει αὐτοῖς· Εὐχαῖς ὑμετέραις ἐνέβαλέν μοι ὁ θεὸς πῶς χρήσασθαι εἰς τὸ καθ' ὑμᾶς πρᾶγμα, καὶ συνεργείᾳ αὐτοῦ γέγονεν· ἐθεάσασθε δὲ ποίᾳ μεθόδῳ ἐχρησάμην. Ἀλλ' εἰ δοκεῖ, τῇ