Vita Porphyrii episcopi Gazensis

 ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένητ

 Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. ∆ιαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρι

 διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸ

 ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑ

 16 Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάν

 τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας

 23 Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρ

 χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών.

 29 Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλη

 33 Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως

 κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸ

 39 Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸ

 πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα.

 ἀπελθόντες ἐποιήσαμεν τὴν ἱκεσίαν, πολλὰ τάξαντες ἐν τῷ χάρτῃ, οὐ μόνον καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τοῖς

 ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέ

 τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ

 τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου

 63 Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Πρ

 ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον

 ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπ

 ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ.

 τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶ

 τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς

 ἀστρολογίαν φάσκουσιν, ἵν' ἀδεῶς ἁμαρτάνωσιν, ὡς μὴ ὄντος ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἱμαρμένης.

 δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.

 δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακ

 μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντ

 γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο

29 Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλησίᾳ μετὰ δακρύων, εἰσῆλθεν ὁ ἐν ἁγίοις Πορφύριος περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρᾷ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ στὰς ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. Ἣ δὲ θεασαμένη αὐτὸν προσέπεσεν τοῖς ποσὶν αὐτοῦ παρακαλοῦσα αὐτὸν δεηθῆναι τῷ Χριστῷ ὑπὲρ αὐτῆς. Ὡς δὲ ἔγνω ὁ ἅγιος τῆς γυναικὸς τὴν αἰτίαν, καὶ αὐτὸς ἐδάκρυσεν· ἦν γὰρ καθ' ὑπερβολὴν εὔσπλαγχνος. Λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατείδωλος τυγχάνει καὶ δυσχερῶς δύνανται σωθῆναι, ἀλλ' ὅμως τῷ θεῷ πάντα δυνατά· καὶ γὰρ διὰ προφάσεως σῴζει τοὺς μέλλοντας ἀπόλλυσθαι. Ἄπελθε οὖν καὶ συνάγαγε πάντας τοὺς συγγενεῖς καὶ γονεῖς καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖς· Ἐπειδὴ ἔστιν ἐνταῦθα ἰατρὸς ἄριστος δυνάμενος αὐτὴν θεραπεῦσαι, ἐὰν ποιήσῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεσθε αὐτῷ; Πάντως δὲ ἔχουσι πολλά σοι συντάξασθαι. Εἰπὲ δὲ αὐτοῖς καὶ τοῦτο· Ἐὰν αὐτὴν θεραπεύσῃ, δότε μοι λόγον πρὸ τούτου ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸς ἄλλον ἀπέρχεσθε. Ποίησον πάντας αὐτοὺς ἀνατεῖναι τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦσιν πάντα ἃ ἐπηγγείλαντο. Καὶ ὅταν ταῦτα ποιήσωσιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἰᾶταί σε· εἰς αὐτὸν πίστευσον καὶ ζήσῃ.

30 Ἀκούσασα δὲ ἡ γραῦς τὸν λόγον τοῦ μακαρίου ἐπισκόπου, λαβοῦσα παρ' αὐτοῦ παράθεσιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦσα πάντας κλαίοντας καὶ τὴν γυναῖκα ἐν ἐσχάτῳ κινδύνῳ παρεκάλει τοὺς γονεῖς αὐτῆς καὶ τὸν ἄνδρα μὴ ἀθυμῆσαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸς ἄριστος ἀπέστειλέν με πρὸς ὑμᾶς ἵνα παράσχητέ μοι λόγον, ὅτι ταύτης θεραπευομένης οὐκ ἀρνεῖσθε αὐτόν. Ἀκούσαντες δὲ οἱ γονεῖς καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶσαν ἡμῶν τὴν οὐσίαν λαβεῖν, οὐκ ὀκνήσομεν, μόνον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶσαν. Ἡ δὲ τροφὸς εἶπεν· Ἀνατείνατε τὰς χεῖρας ὑμῶν εἰς τὸν οὐρανὸν καὶ δότε μοι λόγον ὅτι οὐκ ἀρνεῖσθε τὸν ἰατρόν. Οἳ δὲ προθύμως καὶ μετὰ δακρύων ἀνέτειναν τὰς χεῖρας λέγοντες ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· ποίαν γὰρ παραμυθίαν μέλλομεν ἔχειν ταύτης τελευτώσης; Ἦν γὰρ αὐτοῖς μονογενὴς καὶ ἀστεία τοὺς τρόπους εἴπερ ἄλλη γυνή. Ἀκούσασα δὲ ἡ τροφὸς μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγας ἱερεὺς Πορφύριος· Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἰᾶταί σε· εἰς αὐτὸν πίστευσον καὶ ζήσῃ. Εὐθέως δὲ ἡ γυνὴ ὀλολύξασα μέγα κατήγαγεν τὸ βρέφος ζῶν.

31 Πάντες δὲ οἱ ἐκεῖ εὑρεθέντες ἐκπλαγέντες ἔκραξαν· Μέγας ὁ θεὸς τῶν Χριστιανῶν, μέγας ὁ ἱερεὺς Πορφύριος. Τῇ δὲ ἑξῆς οἱ γονεῖς τῆς γυναικὸς καὶ ὁ ἀνὴρ καὶ πάντες οἱ συγγενεῖς καὶ οἱ γνήσιοι πορευθέντες πρὸς τὸν μακάριον Πορφύριον προσέπεσαν τοῖς ποσὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριστῷ σφραγῖδα. Ὁ δὲ μακάριος σφραγίσας αὐτοὺς καὶ ποιήσας κατηχουμένους ἀπέλυσεν ἐν εἰρήνῃ, παραγγείλας αὐτοῖς σχολάζειν τῇ ἁγίᾳ ἐκκλησίᾳ, καὶ μετ' ὀλίγον χρόνον κατηχήσας αὐτοὺς ἐβάπτισεν σὺν τῇ γυναικὶ καὶ τῷ βρέφει· ἐκάλεσαν δὲ τὸ ὄνομα αὐτοῦ Πορφύριον. Ἦσαν δὲ οἱ φωτισθέντες διὰ τὴν πρόφασιν τῆς γυναικὸς τὸν ἀριθμὸν ἑξήκοντα τέσσαρες.

32 Ὅσον δὲ ἔβλεπον οἱ τῆς εἰδωλομανίας πληθυνομένους τοὺς Χριστιανούς, ἠγριαίνοντο καὶ οὐ συνεχώρουν αὐτοῖς μετελθεῖν πολιτικῶν ὀφφικίων, ἀλλ' ὡς κακοῖς οἰκέταις ἐχρῶντο αὐτοῖς. Ὁρῶν δὲ πάλιν ὁ μακάριος Πορφύριος τὴν πολλὴν ἀδικίαν τῶν Χριστιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτοὺς ἐπηρεαζομένους, ἐξέρχεται ἐπὶ Καισάρειαν πρὸς τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίσκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεσιν παρασχεῖν αὐτῷ· μηκέτι γὰρ δύνασθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. Ὁ δὲ μακάριος Ἰωάννης ἀκούσας παρεκάλει αὐτὸν μακροθυμῆσαι καὶ ἀντέχεσθαι τῆς ἐπισκοπῆς.