Vita Porphyrii episcopi Gazensis

 ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένητ

 Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. ∆ιαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρι

 διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸ

 ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑ

 16 Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάν

 τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας

 23 Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρ

 χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών.

 29 Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλη

 33 Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως

 κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸ

 39 Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸ

 πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα.

 ἀπελθόντες ἐποιήσαμεν τὴν ἱκεσίαν, πολλὰ τάξαντες ἐν τῷ χάρτῃ, οὐ μόνον καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τοῖς

 ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέ

 τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ

 τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου

 63 Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Πρ

 ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον

 ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπ

 ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ.

 τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶ

 τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς

 ἀστρολογίαν φάσκουσιν, ἵν' ἀδεῶς ἁμαρτάνωσιν, ὡς μὴ ὄντος ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἱμαρμένης.

 δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.

 δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακ

 μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντ

 γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο

ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑπ' αὐτοῦ ἐπιλυθῆναι· ἦν γὰρ ἱκανὸς ὁ μακάριος πᾶν νομιζόμενον εἶναι δυσχερὲς τῶν τῆς θείας γραφῆς ἐπιλῦσαι, τοῦτο δὲ εἶχεν ἀπὸ χαρίσματος πνεύματος ἁγίου. Καὶ πιστεύσας τοῖς γράμμασι τοῦ μακαρίου Ἰωάννου ὁ θεοφιλὴς Πραΰλιος τοῦτον ἀπέλυσεν, παραγγείλας αὐτῷ περαιτέρω ἑπτὰ ἡμερῶν μὴ χρονίσαι.

13 Ἀκούσας δὲ ὁ μακάριος Πορφύριος τὴν δύναμιν τῶν γραφέντων ὑπὸ τοῦ ὁσιωτάτου Ἰωάννου τὰ μὲν πρῶτα ἐθορυβήθη, μετὰ δὲ ταῦτα εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ γενέσθω. Καὶ προσκαλεσάμενός με ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ λέγει μοι· Ἀδελφὲ Μάρκε, πορευθῶμεν καὶ προσκυνήσωμεν τοὺς ἁγίους τόπους καὶ τὸν τίμιον σταυρόν, πολὺς γὰρ χρόνος ἔχει παρελθεῖν ἕως οὗ πάλιν προσκυνήσωμεν. Ἐγὼ δὲ εἶπον· ∆ιὰ τί οὕτως λέγεις, πάτερ; Ὃ δὲ ἀποκριθεὶς εἶπεν· Τῇ παρελθούσῃ νυκτὶ εἶδον τὸν σωτῆρα λέγοντά μοι· Τὴν παραθήκην ἣν παρεθέμην σοι ἀποκατάστησον. Ζεῦξαι γάρ σε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ' εὐτρόπῳ, σὺ δὲ λαμβάνων αὐτὴν κόσμησον, ἵνα ἐπιλάθηται τῆς προτέρας αὐτῆς πτωχείας. Εἰ γὰρ καὶ ταπεινὴ τυγχάνει ἀλλ' οὐκ ἔστι μου ἀλλοτρία, ἀλλὰ γνησία μου ἀδελφή· Τοῦτο δὲ παραφύλαξαι ἵνα μή, ὡς ἔχων γυναῖκα καὶ φροντίζων οἴκου, ἐξ ἀδικίας ἢ βίας ἢ παρανομίας συναγάγῃς, ἐπεὶ κἀμὲ παροργίσας κἀκείνην λυπεῖς· ἀπαρέσκεται γὰρ καὶ αὕτη τοῖς τοιούτοις. Σὺ δὲ μόνον ἔχε προθυμίαν ἀγαθήν, καὶ πάντα σοι χορηγηθήσεται ὅθεν οὐ προσδοκᾷς. Ταῦτά μοι ὁ δεσπότης Χριστὸς ἐδήλωσεν ἐν τῇ παρελθούσῃ νυκτί, καὶ φοβοῦμαι μή πως θέλων ἐξιλάσασθαι τὰς ἐμὰς ἁμαρτίας ἐξιλάσωμαι καὶ ἄλλων πολλῶν. Ἀλλ' ὅμως οὐκ ἔστιν ἀντειπεῖν τῷ βουλήματι τοῦ θεοῦ.

14 Ταῦτα εἰπὼν ἐπορεύθη, κἀγὼ δὲ σὺν αὐτῷ, καὶ προσκυνήσαντες τοὺς ἁγίους τόπους καὶ τὸν τίμιον σταυρὸν καὶ πολλὰ εὐξάμενος καὶ δακρύσας, ἔθηκεν ἐν τῷ χρυσῷ γλωσσοκόμῳ, καὶ ἀσφαλισάμενος ἐξῆλθεν, καὶ ἀπελθὼν πρὸς τὸν μακάριον Πραΰλιον τὸν ἐπίσκοπον, παρέδωκεν αὐτῷ τὰς κλεῖς, καὶ λαβὼν εὐχὴν μετὰ παραθέσεως ἐξῆλθεν. Ἐλθόντες δὲ εἰς τὸ καταγώγιον εὐτρεπιζόμεθα. Μισθωσάμενοι δὲ κτήνη τρία καὶ λαβόντες τὰ ἐνόδια ἐξήλθομεν· τὰ δὲ ἐνόδια ἦν πάντα τὰ ἐν τῷ οἴκῳ. Ἦμεν δὲ ἐν τῇ ὁδῷ πέντε, αὐτός τε ὁ μακάριος κἀγὼ καὶ δύο ὀνηλάται καὶ ἄλλος ὑπηρέτης νεώτερος ὀνόματι Βαρωχᾶς, ὅντινα εὗρεν ὁ μακάριος πρὸ ὀλίγου χρόνου ἐρριμμένον ἐν τῇ πλατείᾳ, ὄντα ἐν ἐσχάτῳ κινδύνῳ, καὶ λαβὼν συνήγαγεν, καὶ ἀναλώσας πολλὰ εἰς αὐτὸν τῇ βοηθείᾳ τοῦ Χριστοῦ τοῦτον ὑγιῆ ἐποίησεν. Ἐξ ἐκείνου οὖν ἔμεινεν παρ' αὐτῷ ἐξυπηρετούμενος αὐτῷ ἅμα ἐμοί. Τὰ δὲ κατὰ τὸν θεοσεβῆ Βαρωχᾶν, τοῦ λόγου προϊόντος, φράσω. Ὁδεύσαντες δὲ τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ ἑξῆς ἤλθομεν εἰς Καισάρειαν. ∆ιεδόθη δὲ εἰς πᾶσαν τὴν πόλιν ἡ παρουσία τῆς εἰσόδου ἡμῶν· ἦν γὰρ καὶ ὀνομαστὸς ὁ μακάριος διὰ τὸν ἄμεμπτον αὐτοῦ βίον, πολλῷ μᾶλλον διὰ τὸ εἶναι αὐτὸν φιλόπτωχον. Ὡρμήσαμεν δὲ εἰς τὸν ἐκεῖ ξενῶνα· ἦν γὰρ ἑσπέρα.

15 Ἀκούσας δὲ ὁ μακάριος Ἰωάννης ὁ ἀρχιεπίσκοπος, δρομαῖος παρεγένετο πρὸς ἡμᾶς, καὶ ἀσπασάμενοι ἀλλήλους καὶ εὐξάμενοι μικρὸν ἐκάθισαν. Εἶπεν δὲ αὐτῷ ὁ ἀρχιεπίσκοπος· Ἀνάστα, ἀδελφέ, διὰ τὸν κύριον καὶ γεῦσαι μετ' ἐμοῦ, ἵνα ταχέως ἀναστῶμεν εἰς τὴν ἀγρυπνίαν τῆς ἁγίας κυριακῆς. Ὀψὲ γὰρ σαββάτῳ εἰσήλθομεν. Ὁ δὲ μακάριος Πορφύριος παρεκάλει αὐτὸν συγχωρῆσαι αὐτῷ τὴν ἑσπέραν διὰ τὸν κόπον τῆς ὁδοῦ· ἔλεγεν δὲ μετὰ τὸν πρῶτον ὕπνον ἀνίστασθαι εἰς τὴν ἀγρυπνίαν. Ὡς δὲ οὐκ ἐπείσθη ὁ ἀρχιεπίσκοπος, ἀναστὰς ὁ μακάριος συνεπορεύθη αὐτῷ λαβὼν κἀμέ (τὸν γὰρ ἀδελφὸν Βαρωχᾶν εἰάσαμεν ἐν τῷ ξενῶνι ἐγγὺς τῶν ἱματίων), καὶ προτραπέντες παρ' αὐτοῦ ἐδειπνήσαμεν. Πολλὰ δὲ ὁμιλήσαντες πνευματικὰ καὶ μικρὸν ὑπνώσαντες, ἀνέστημεν εἰς τὴν ἀγρυπνίαν.