In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi)

 εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνειαν ποιεῖσθαι ὁ δεσπότης Χριστός. Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγετα

 ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ' ὑφ' ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐ

 , ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· ∆όξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυται ὅτιπερ ἐνταῦθα ὁ δεσπότη

 ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ' εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπέδε

 Μωϋσῆν καὶ Ἡλίαν ἐν τῷ ὄρει μετέστησεν, καὶ τοσαύτη ἡ μεταμόρφωσις γέγονεν, νεφέλη ἐπισκιάζουσα φωτεινὴ καὶ ἡ πατρῴα φωνὴ βροντῶσα; Τίνος χάριν; Ἐπειδ

ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ' εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπέδειξεν αὐτὴν τοῖς ἀποστόλοις; Εἰ γὰρ ὁρατή, οὐκ ἀθέα τος· εἰ δὲ ἀθέατος, οὐχ ὁρατή. ∆ιὸ ἄκουε συνετῶς. Ἐνταῦθα ὁ δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν καὶ οὐκ ἐπέδειξεν, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Πληροφορῶν γὰρ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσον ἠδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες· φειδόμενος δὲ αὐτῶν καὶ οὐχὶ φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου θεϊκῆς βασιλείας αὐτοῦ τὴν πᾶσαν δόξαν , ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν. Καὶ τούτου μάρτυς ὁ τῶν ὅλων θεὸς λέγων πρὸς Μωϋσῆν ποθοῦντα αὐτὸν θεάσασθαι, καθά φησι τὸ θεῖον λόγιον· Τότε Μωϋσῆς ἀποκριθεὶς πρὸς τὸν θεὸν ἔφη· Εἰ εὗρον χάριν ἐνώπιόν σου , ἐμφάνισόν μοι σεαυτὸν ὅπως ἴδω σε γνωστῶς πρόσωπον πρὸς πρόσωπον. Τί οὖν ὁ θεὸς πρὸς αὐτόν; Σφάλλῃ, Μωϋσῆ, ταῦτα ζητῶν· οὐ φθονῶ σοι τῆς ὁράσεως , φείδομαι δέ σου τῆς σωτηρίας. Οὐδεὶς ἀνθρώπων θεὸν ἰδὼν ζήσεται. Ἐνταῦθα οὖν καὶ ἐπέδειξε καὶ οὐκ ἐπέδειξεν, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Καὶ ὅτι οὐ περὶ τῆς δευτέρας αὐτοῦ ἐνδόξου παρουσίας ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως, καὶ οὐ περὶ Ἰωάννου μόνου ἀλλὰ καὶ Πέτρου καὶ Ἰακώβουοὐ γὰρ μοναδικῶς ἀλλὰ πληθυντικῶς ἐξεφώνησεν· Εἰσί τινες τῶν ὧδε ἑστώτων· οὐκ εἶπέ τις, ἀλλά τινες, ἄκουε τῶν ἑξῆς· δεῖ γὰρ ὑμᾶς ὑπομνῆσαι, οὐ διδάξαι. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀνέρχεται εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· καὶ ἰδοὺ φωνὴ λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Ὁρᾷς ὅτι οὐ περὶ τῆς δευτέρας αὐτοῦ ἐνδόξου παρουσίας ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως εἶπεν; Τί οὖν ὁ κύριος; Ἀκολουθίᾳ προβῶμεν, ὅπως ταῖς ὑμετέραις εὐχαῖς τῶν προκειμένων μὴ ἐκπέσωμεν. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Ἀλλ' ἔστιν εἰπεῖν τινα· Καὶ διὰ τί τοὺς δώδεκα μαθητὰς αὐτοῦ ὁ δεσπότης Χριστὸς οὐ παρέλαβε μεθ' ἑαυτοῦ καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος, ἀλλὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην; ∆ιὰ τί; Ὅτι οὐκ ἦν ἄξιος ὁ Ἰούδας τοῖς τῆς προαιρέσεωςὀφθαλμοῖς θεάσασθαι τὴν τοσαύτην τοῦ κυρίου δόξαν. Ἀλλ' εὐθέως ἐροῦσί τινες· Καὶ εἰ τοῦτο ἦν τὸ αἴτιον, διὰ τί τὸν Ἰούδαν οὐ κατέλιπε μόνον κάτω, καὶ τοὺς ἕνδεκα σὺν αὐτῷ ἀνήνεγκεν; Ἀλλ' οὐκ ἐσμὲν σοφώτεροι τοῦ δεσπότου Χριστοῦ. Εἰ γὰρ συνέβη τὸν Ἰούδαν καταλειφθῆναι μόνον κάτω, τοὺς δὲ λοιποὺς ἕνδεκα ἀνελθόντας ἐν τῷ ὄρει τῆς αὐτῆς θέας ἀπολαῦσαι, εἰκὸς λέγειν τινὰς ὅτι τούτου χάριν ὁ Ἰούδας ὡς παραπονηθεὶς ἐπὶ τὴν προδοσίαν καὶ κυριοπρασίαν ἔφθασεν. Ἵνα οὖν μηδὲν τοιοῦτον μηδὲ παρ' ἡμῶν λεχθῇ, μηδὲ παρ' ἐκείνου προφασισθῇ, τούτου χάριν ἔνατον αὐτὸν καταλιμπάνει κάτω, ἵνα οἱ μὲν τρεῖς ὄψει πληροφορηθέντες δοξασθῶσιν, οἱ δὲ ἐννέα ἀκοῇ πιστεύσαντες μακαρισθῶσιν. Ὅθεν καὶ ὁ κύριος τοὺς ἀκοῇ πιστεύσαντας μακαρίζων ἔλεγεν· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ἄλλως δέ, τοὺς τρεῖς μόνους ἀνήνεγκεν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἵνα πληρωθῇ τὸ φάσκον ῥητόν· Ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Τριῶν μὲν Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου τῆς ἀδιαστάτου τῆς εὐσεβείας τριπλόκου σειρᾶς, δύο δὲ Μωϋσῆ καὶ Ἡλία τῶν ἀκλινῶν τοῦ νόμου στύλων. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ὤφθησαν αὐτοῖς ἐν τῷ ὄρει Μωϋσῆς καὶ Ἡλίας συλλαλοῦντες αὐτῷ. Τίνος οὖν χάριν