In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi)

 εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνειαν ποιεῖσθαι ὁ δεσπότης Χριστός. Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγετα

 ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ' ὑφ' ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐ

 , ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· ∆όξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυται ὅτιπερ ἐνταῦθα ὁ δεσπότη

 ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ' εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπέδε

 Μωϋσῆν καὶ Ἡλίαν ἐν τῷ ὄρει μετέστησεν, καὶ τοσαύτη ἡ μεταμόρφωσις γέγονεν, νεφέλη ἐπισκιάζουσα φωτεινὴ καὶ ἡ πατρῴα φωνὴ βροντῶσα; Τίνος χάριν; Ἐπειδ

εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνειαν ποιεῖσθαι ὁ δεσπότης Χριστός. Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγεται, ἀλλ' ὡς τελείοις τοῖς ἀποστόλοις προσφθέγγεται· οὐκέτι αὐτοὺς τὸ γάλα τῆς παρακλήσεως ποτίζει, ἀλλὰ τὸν στερρὸν ἄρτον τῶν πειρασμῶν ἐπιδείκνυσιν· οὐκέτι ὡς ἀσθενεῖς ἐπαλείφει, ἀλλ' ὡς ἐρρωμένους στύφει. Καὶ μάλα εἰκότως. Ὥσπερ ἄριστος παιδαγωγὸς ἐν μὲν τοῖς προοιμίοις τοὺς παραδιδομένους αὐτῷ παῖδας κολακεύει, τῆς κεφαλῆς κατέχει, ὑπομειδιᾷ τῷ προσώπῳ, ἡδέως συμψελλίζει, συγχωρεῖ πλημμελοῦσιν, ἐπὰν δὲ μικρὸν προκόψουσι τῇ παιδεύσει, αὐστηρὸν ἐπιδείκνυσι τὸ πρόσωπον, ἀπειλῶν μεγάλα, πληγὰς ἐπιφέρων, οὐχ ἵνα βλάψῃ ἀλλ' ἵνα βελτιώσῃ, τὸν αὐτὸν τρόπον ὁ πάνσοφος παιδαγωγὸς Χριστὸς ἐν μὲν τοῖς προοιμίοις τοῦ εὐαγγελικοῦ κηρύγματος ἁπλοῦς τινας λόγους καὶ λείους προΐεται τοῖς ἑαυτοῦ μαθηταῖς λέγων πρὸς αὐτούς· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, καί· Οὐδεὶς οὐ μὴ ἀδικήσει ὑμᾶς, ἀλλὰ μὴν καὶ συχνῶς αὐτῶν ἀπιστησάντων καὶ σφαλέντων συγχωρεῖ τούτοις ὁ δεσπότης Χριστός· μόνον δὲ ἐθεάσατο αὐτοὺς προκόψαντας τῇ εὐσεβείᾳ, μυηθέντας τῇ θεογνωσίᾳ, πληροφορηθέντας τῇ τῶν σημείων ἐπιδείξει, νευρωθέντας τῇ τοῦ πατρὸς μαρτυρίᾳ, ὀχυρωθέντας τῇ τοῦ ἁγίου πνεύματος φωταγωγίᾳ, οὐκέτι συγχωρεῖ αὐτοῖς σφαλλομένοις, ἀλλὰ δριμυτέρας διδασκαλίας ἀπάρχεται λέγων πρὸς αὐτούς· Εἴ τις θέλει τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν, καὶ αὖθις· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ∆εῖ γὰρ τὸν ἄριστον μαθητὴν κατόπιν ὁδεύειν τοῦ διδασκάλου· ὅθεν καὶ ὁ μακάριος Παῦλος τοιαύτης διδασκαλίας ἀρεσθείς, γράφων ἔλεγεν· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ταῦτα ἀκούσας καὶ ὁ μακάριος Πέτρος τὰ ῥήματα, ἀμέτρῳ θερμότητι ζέσας κατεξανίσταται τῶν τοῦ κυρίου ῥημάτων. Εἰρηκότος γὰρ τοῦ κυρίου ὅτι δεῖ αὐτὸν ἀνελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ πρεσβυ τέρων τοῦ λαοῦ καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι, τούτων ἐπακούσας τῶν σοφῶν ῥημάτων ὁ Πέτρος, δόξας ἀλλόκοτα τὸν ἄσφαλτον φθέγγεσθαι, ἐπιλαβόμενος τοῦ κυρίου, καθὼς ἀρτίως ἤκουες, ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐκ οἶδας τί φθέγγῃ, δέσποτα· ἐναντία ἑαυτῷ παρατίθης. Ὁ τοὺς δαίμονας πάντας ὑφ' ἓν φυγαδεύσας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων φοβῇ; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ τὴν θάλασσαν τοῖς ἑαυτοῦ ποσὶν ὑποστρώσας καὶ τοὺς ἀνέμους ταραττομένους κατευνάσας καὶ τὸ πέλαγος μαινόμενον καταστείλας, τοὺς ἀρχιερεῖς τῆς Ἱερουσαλὴμ δέδοικας; Ὁ τὴν συκῆν λόγῳ ξηράνας καὶ τὴν ξηρὰν χεῖρα εἰς ζῶσαν ἐκτείνας, τοὺς ἀνθρώπους ἀγωνιᾷς; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ Ἑνὼχ μηδὲν σημεῖον ποιήσας σὺν αὐτῷ τῷ σώματι μετάρσιος γέγονεν, καὶ σὺ ὁ τοσαῦτα δημιουργήσας, τάφῳ μέλλεις καλύπτεσθαι; Εἰ μὴ ἔφριξέ σε ὁ θάνατος, πῶς ἀπεδίδου σοι τὸν Λάζαρον; Εἰ μὴ ἐφοβήθη σε ὁ λεγεὼν τῶν δαιμόνων, πῶς παρεκάλει σε ἐξελθὼν τοῦ ἀνθρώπου εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπελθεῖν; Εἰ μὴ ᾔδει σε τὸ ὕδωρ ὅστις εἶ, πῶς τῷ νεύματί σου ἐν Κανᾷ τῆς Γαλιλαίας εἰς οἶνον μετεβάλλετο; Εἰ μὴ ἐγνώρισέ σε ὁ Σιλωὰμ ὅτι σὺ εἶ ὁ πάσης τῆς οἰκουμένης κτίστης , πῶς τοῦ ἐκ γεννητῆς τυφλοῦ τὸν πηλὸν ἀποπλύνας καὶ τῷ νεύματί σου τὸ βλέπειν ἐχαρίσατο; Οὐ περὶ σοῦ ἐβόησεν ὁ πατὴρ τῶν φώτων· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε; Ὁπότε οὖν ὁ υἱὸς θεοῦ νεκρός, ἐν τίσιν ἡ ἡμετέρα ἐλπίς; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί μοι ἐπαγγέλλει ἀνάστασιν; Οὐδεὶς νεκρὸν