In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi)

 εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνειαν ποιεῖσθαι ὁ δεσπότης Χριστός. Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγετα

 ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ' ὑφ' ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐ

 , ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· ∆όξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυται ὅτιπερ ἐνταῦθα ὁ δεσπότη

 ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ' εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπέδε

 Μωϋσῆν καὶ Ἡλίαν ἐν τῷ ὄρει μετέστησεν, καὶ τοσαύτη ἡ μεταμόρφωσις γέγονεν, νεφέλη ἐπισκιάζουσα φωτεινὴ καὶ ἡ πατρῴα φωνὴ βροντῶσα; Τίνος χάριν; Ἐπειδ

ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ' ὑφ' ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐ παρῄνεσας ἡμῖν, δέσποτα, λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή; Πότε φῶς εἰς σκότος μεταβάλλεται; Πότε ἀνάστασις τάφῳ καλύπτεται; Πότε ζωὴ νεκροταφίοις περισφίγγεται; Ἄπιθι, δέσποτα, ἄπιθι. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί οὖν ὁ δεσπότης Χριστός, ὁ πάνσοφος παιδαγωγός; Οὐκέτι συνεχώρει τῷ Πέτρῳ σφαλλομένῳ, ὀργίζεται δὲ καὶ ταράττεται τὸν σκανδαλίζοντα αὐτὸν διάβολον λέγων, καθὼς ἀρτίως ἤκουες· Ὕπαγε ὀπίσω μου, σατανᾶ, ὁ τὸν ἐμὸν Πέτρον ἀπιστεῖν ὑπονοθεύσας. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ ἀποκτανθῶ, οὐδεὶς ὑμῶν ἀθανασίας γεύεται. Σκάνδαλόν μου εἶ, Πέτρε. Εἰ μὴ ἐγὼ φονευθῶ, οὐδεὶς ὑμῶν τὸν ἀμπελῶνα κληρονομεῖ. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Κόκκος ὑπάρχω τοῦ σίτου κατὰ τὸν λόγον τῆς ἐνανθρωπήσεως· Ἐὰν μὴ πεσὼν ὁ κόκκος εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν δίδωσιν. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ κατέλθω εἰς τὸν ᾅδην, οὐδεὶς τὸν Ἀδὰμ τῆς δουλείας ἐλευθεροῖ. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ σφαγιασθῶ, οὐδεὶς ὑμῶν τὸ μυστικὸν ὀψώνιον ὀψωνεῖ. Εἰ μὴ ἐγὼ σταυρωθῶ, Πέτρε, τὸν παράδεισον ὁ λῃστὴς οὐκ ἀνοίγει. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἦλθον οὐ μόνον τοὺς ζῶντας περιοδεῦσαι, ἀλλὰ καὶ τοὺς κοιμηθέντας εὐεργετῆσαι. Οὐκ ἐψευσάμην δή, Πέτρε, εἰρηκώς· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή. Ἐπεὶ οὖν φῶς ὑπάρχω , Πέτρε, δεῖ με τοῖς ἐν σκότει λάμψαι. Ποῖον δὲ φῶς τὸ μὴ φυγαδεῦον σκότος; Ἀνάστασίς εἰμι, Πέτρε, δεῖ με τοὺς προκατεχομένους ἀναστῆσαι. Ποία γὰρ ἀνάστασις ἡ τοὺς κεκοιμημένους μὴ ἐγείρουσα; Ζωή εἰμι, Πέτρε, δεῖ με τὸν θάνατον θανατῶσαι· πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σῴζω ὡς φιλάνθρωπος. Νῦν γὰρ οἰκονομικῶς πάσχω , Πέτρε· μετ' οὐ πολὺ δὲ δεσποτικῶς ἐλεύσομαι, οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ ἐμφανιζόμενος, ἀλλ' ἐν τῇ πατρῴᾳ δόξῃ ὑπ' ἀγγέλων δορυφορούμενος. Νῦν ἀθετούμενος συγχωρῶ διὰ τὴν εὐτέλειαν τῆς ὁράσεως· μετ' οὐ πολὺ δὲ αὐθεντικῶς κρινῶ διὰ τὴν ἐξουσίαν τῆς θεότητος. Καὶ ὅτι ταῦτα μετήρχετο ὁ δεσπότης Χριστός, ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐμφραττέσθω καὶ τὰ νῦν Ἄρειος ὁ μὴ δεδοικὼς τὸ ἀπροσωπόληπτον τοῦ κυρίου κριτήριον. Εἰ ὑπεξούσιος ὁ δεσπότης Χριστὸς καθὸ θεὸς λόγος καὶ υἱὸς ἀνόμοιος καὶ μηδὲν κοινωνῶν κατ' οὐσίαν τῷ γεννήσαντι, καθὼς ἐκεῖνος μανικῶς ἀποφθέγγεται , πῶς ἐν τῇ δόξῃ τοῦ πατρὸς ἐλεύσεται; Ἰδού, ὁμοούσιος ἐν τῇ πατρῴᾳ δόξῃ ἐλεύσεται· ὧν γὰρ ἡ οὐσία διαφέρει, τούτων καὶ ἡ δόξα διενήνοχεν· ὧν δὲ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ δόξα ἡ αὐτή. Ἀλλ' ἐροῦσιν εὐθέως οἱ Ἀρειανῶν παῖδεςοὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον· ἐμπεσόντες γὰρ εἰς ὕλην κακῶν καταφρονοῦσινη· Ταύτην φησὶ τὴν δόξαν ὁ μονογενὴς παρὰ τοῦ πατρὸς εἴληφεν, δεηθεὶς καὶ προσευξάμενος καὶ ἱκετεύσας. Ἠκούσαμεν γὰρ αὐτοῦ συχνῶς προσευχομένου καὶ λέγοντος· Πάτερ , δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς εἴληφε τὴν δόξαν, πῶς ὁμοούσιος τοῦ πατρός ἐστιν; Ταῦτα Ἀρείου τὰ ῥήματα. Ἀλλ' ὦ Ἄρειε, ταῦτα ὁ δεσπότης Χριστὸς καθὸ θεὸς λόγος προσηύχετο ἢ καθότι ἄνθρωπος; Εἰ καθὸ θεὸς λόγος προσηύχετο, μετὰ τὸν κόσμον, κατὰ σέ