In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi)

 εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνειαν ποιεῖσθαι ὁ δεσπότης Χριστός. Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγετα

 ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ' ὑφ' ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐ

 , ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· ∆όξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυται ὅτιπερ ἐνταῦθα ὁ δεσπότη

 ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ' εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπέδε

 Μωϋσῆν καὶ Ἡλίαν ἐν τῷ ὄρει μετέστησεν, καὶ τοσαύτη ἡ μεταμόρφωσις γέγονεν, νεφέλη ἐπισκιάζουσα φωτεινὴ καὶ ἡ πατρῴα φωνὴ βροντῶσα; Τίνος χάριν; Ἐπειδ

, ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· ∆όξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυται ὅτιπερ ἐνταῦθα ὁ δεσπότης Χριστὸς οὐκ ἐκ προσώπου τοῦ θεοῦ λόγου ἀλλ' ἐκ προσώπου τῆς ἀνθρωπότητος προσηύχετο. Ὁ γὰρ θεὸς λόγος ἔμφυτον ἔχει τὴν δόξαν, ἐνούσιον, ἀχειροποίητον, ἀδιάδοχον, ἀναφαίρετον· οὐδὲν γὰρ δεύτερον ἢ ὕστερον γένει κέκτηται. Εἰ γὰρ ἀπώλεσε τὴν δόξαν τὴν ἔμφυτον, κατὰ σέ, πῶς ἀληθεύει ἡ γραφὴ ἡ λέγουσα· ∆όξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, καὶ αὖθις· ∆όξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ ἑτέρωθι· Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ βασιλεῖς τὴν δικαιοσύνην σου. Ἐξ ὧν δείκνυται σαφῶς ὅτιπερ οὐκ ἐκ προσώπου τῆς θεότητος ἀλλ' ἐκ προσώπου τοῦ Ἀδὰμ ἔλεγεν ὁ δεσπότης Χριστός. Ἄκουε συνετῶς. Ἐπειδὴ γὰρ ὁ δεσπότης Χριστὸς δεύτερος Ἀδὰμ γέγονε καὶ ἀνέλαβε τὸν παλαιὸν ἄνθρωπον, ὁ δὲ παλαιὸς Ἀδὰμ ἀπώλεσε τὴν δόξαν ἐν τῷ παραδείσῳ τῇ τοῦ διαβόλου δολοκλεψίᾳ, τούτου χάριν ὁ δεσπότης Χριστὸς ἐκ προσώπου τοῦ Ἀδὰμ προσηύχετο λέγων· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾖ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί, τῷ προγνωστικῷ λόγῳ. Ὅθεν καὶ αὖθις ὁ πατὴρ λαμπρᾷ τῇ φωνῇ ἐβόησε λέγων· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Τί ἐστι Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω; Ἐδόξασά σέ φησιν ἐν τῷ παραδείσῳ, ἀλλ' ἐπειδὴ τὴν δόξαν ὁ διάβολος εἰς ἀδοξίαν μετέβαλεν, πάλιν δοξάσω ἐγώ, ἐν τῷ σταυρῷ τὴν ἀδοξίαν μεταβαλών. Ἐνταῦθα οὖν ἐκ προσώπου τῆς ἐνανθρωπήσεως προσηύχετο, ἐν δὲ τοῖς προτεθεῖσι λόγοις ἐκ προσώπου τῆς θεότητος. Ἀκούων δὲ ταῦτα μὴ δύο πρόσωπα τὸν υἱὸν φαντασθῇς, ἀλλ' ἕνα θεὸν λόγον γνώριζε μετὰ τῆς ἰδίας σαρκός. Ἐπεὶ οὖν ἐπεραιοῦτο λοιπὸν ὁ τῆς ἐνανθρωπήσεως αὐτοῦ λόγος, οὐκέτι ἐκ προσώπου τῆς ἐνανθρωπήσεως ἀλλ' ἐκ προσώπου τῆς θεότητος ἐποιεῖτο τὴν διδασκαλίαν λέγων· Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ποίαν δόξαν πατρῴαν λέγει; Τὴν ἀδιάδοχον βασιλείαν, τὴν ἀπερίγραπτον, τὴν ἄχρονον, τὴν ἀχειροποίητον. Ἡ γὰρ τοῦ πατρὸς δόξα τοῦ υἱοῦ βασιλεία τυγχάνει, ἡ ἐπουράνιος, οὐχ ἡ ἐπίγειος. Καὶ ὅτι ἡ πατρῴα δόξα τοῦ υἱοῦ βασιλεία τυγχάνει, ἤκουες αὐτοῦ τοῦ δεσπότου Χριστοῦ ἀρτίως λέγοντος· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἶδες ὅτι μία δόξα πατρὸς καὶ υἱοῦ; Πρὸ βραχέως ἔλεγεν· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρός, ἐνταῦθα· ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, ὡς εἶναι τὴν Χριστοῦ βασιλείαν πατρῴαν δόξαν, τὴν δὲ πατρῴαν δόξαν υἱοῦ βασιλείαν. Τίς τοίνυν διαιρεῖ τὰ ἀδιαίρετα; Τίς ζυγοστατεῖ τὰ ἀζυγοστάτητα; Τίς πολυπραγμονεῖ τὸν πατρῷον κόλπον; Τίς μεμηνὼς μερίζει νοῦν καὶ λόγον καὶ πνεῦμα; Ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Τινὲς δὲ τῶν πάλαι ἑρμηνευσάντων, οὐκ οἶδα τί σκοπήσαντες, ταῦτα τὰ ῥήματα τοῦ κυρίου εἰς τὴν δευτέραν ἔνδοξον αὐτοῦ παρουσίαν ἐξέλαβον. Ὅθεν καὶ ἐβεβαίωσαν τὸν εὐαγγελιστὴν Ἰωάννην θανάτου μὴ μετεσχηκέναι, ἀλλὰ περιμένειν τὴν τοῦ κυρίου ἔνδοξον παρουσίαν διὰ τὸ εἰπεῖν τὸν κύριον· Εἰσί τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ἔχει δὲ οὕτω τὸ νόημα· δεῖ γὰρ μὴ φαντάζειν ἀλλ' ἀληθεύειν, καὶ μάλιστα νῦν ὅτε καὶ τὰ βρέφη πρὸς διάλεκτον ὤξυνεν. Ἐνταῦθα οὖν οὐ περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ τῆς ἐνδόξου λέγει ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως. Καὶ γὰρ ἐν τῷ ὄρει μεταμορφωθείς, μικρῶς πως ὁ δεσπότης Χριστὸς ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς