1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

μετανοίας, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσιν, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι. Καὶ μὲν δὴ τούτων πλείονα καὶ θρήνων ἄξια, «δι' ἃ ἦλθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τὸν λαὸν τῆς ἀπειθείας,» ὡς ἀνωτέρω δεδήλωται, καὶ πᾶσιν ἡμῖν πρόδηλα γεγόνασι· λιμοὶ, λοιμοὶ, σεισμοὶ, καταποντισμοὶ, θάνατοι ἐξαίσιοι, πόλεμοι ἐμφύλιοι, ἐθνῶν ἐπαναστάσεις, ἐμπρησμοὶ ἐκκλησιῶν, ἐρημώσεις χωρῶν καὶ πόλεων, αἰχμαλωσίαι λαῶν ὡσεὶ πρόβατα εἰς σφαγὴν πορευόμενα, μέχρις Αἰθιόπων, καὶ Ἰνδῶν, καὶ εἰς Ἀνατολὰς γῆς δοῦλοι καὶ αἰχμάλωτοι, νεάνιδες καὶ παρθένοι, πρεσβύτεροι μετὰ τῶν νεωτέρων· καὶ πᾶσα ἡλικία ἄρδην συντετέλεσται. «Οἱ γὰρ πατέρες, φησὶ, φάγουσι τὸν ὄμφακα, καὶ τὰ τέκνων ὠμοδιάσουσι.» Καὶ πάλιν. «Ἐγὼ, φησὶ Κύριος, ἀπο 95.377 διδοὺς ἁμαρτίας πατέρων ἐπὶ τὰ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.» κεʹ. Ἐπεὶ δὲ ἡ θεία τῆς παντοκρατορικῆς δεξιᾶς τοῦ Ὑψίστου μάχαιρα τοῦτον διεχειρίσατο, καὶ ὡς θῆρα μέγαν εἰς τὴν γαλεάγραν αὐτοῦ ἐνέβαλε, καθὼς καὶ ὁ προφήτης λέγει, «Ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους, λοιμοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου· καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε· καὶ ἀποθάνῃ θανάτῳ θαυματιῶν ἐν καρδίᾳ θαλάσσης· μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ ἐνώπιον τῶν ἀναιρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» -»Ὑποκάτω σου στρώσουσί σοι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Οἱ ἰδόντες σε, θαυμάσονται ἐπὶ σὲ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον. Τὰς δὲ πόλεις αὐτοῦ καθεῖλε, καὶ τοὺς ἐν ἀπαγωγῇ σου ἔλυσε· πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν ἐκκεκεντημένων καὶ τεθνηκότων μαχαίραις, καταβαινόντων εἰς ᾅδην.» Ἵνα γνῶσι πάντες, ὅτι Κύριος κραταιὸς καὶ ἰσχυρὸς βασιλεὺς, διαλλάσσων βασιλεῖς γῆς· παρ' αὐτῷ σοφία καὶ δύναμις· παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, ποιῶν ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείρων, καθιζάνων βασιλεῖς ἐπὶ θρόνων· διαλλάσσων βασιλεῖς, καὶ καρδίας ἀρχόντων γῆς. Ποῦ εἰσιν οἱ ψευδομάντεις καὶ ἀπατεῶνες· Ποῦ εἰσιν οἱ τριάκοντα τροπαιοφόροι χρόνοι τοῦ ἐπιγειόφρονος, καὶ μὴ τὸ πολίτευμα ἔχοντος μετὰ τοῦ ἐπουρανίου βασιλέως; κςϛʹ. Τί οὖν «ὁ θανατῶν καὶ ζωογονῶν; ὁ κατάγων εἰς ᾅδου, καὶ ἀνάγων; ὁ ταπεινῶν καὶ ἀνυψῶν;» Ἐξήγειρε τῇ βασιλείᾳ αὐτοῦ τὸν φερώνυμον τῆς δυνάμεως αὐτοῦ ἀρχιστράτηγον, Μιχαὴλ τὸν πραότατον καὶ γαληνότατον βασιλέα, χριστομιμήτως λέγοντα· «Τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν σκότει, Ἀνακαλύφθητε.» -»Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, κατοικοῦντας ἐν τάφοις.» Πάντα σύνδεσμον ἀδικίας διαῤῥήσσων, ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας τοὺς ἐν ἀπορίαις καὶ θλίψεσιν, καὶ πικρᾷ δουλείᾳ κατεχομένους· πάσης χαρᾶς καὶ θυμηδίας τὴν Ῥωμαϊκὴν βασιλείαν ἐνέπλησεν· ἔδωκε γὰρ ὁ Κύριος χρηστότητα, καὶ ἡ γῆ ἡ ἀνθηφόρος βλαστάνει τὰ ἀγαθὰ, 95.380 καὶ τὸν καρπὸν αὐτῆς· ἡ δεξιὰ Κυρίου ἐποίησε δύναμιν· ἡ δεξιὰ Κυρίου ὕψωσε αὐτὸν, καὶ τῷ πλήθει τῆς δόξης αὐτοῦ συνέτριψε τοὺς ὑπεναντίους. Τί οὖν ὁ εἰρηνικώτατος καὶ πραότατος βασιλεύς; Ἐπὶ τὸ αὐτὸ ἐν εἰρήνῃ κεκοίμηται, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸν ἔλεον ἐν κρίσει· «κατακαυχᾶται καὶ ἔλεος κρίσεως.» κζʹ. Ἐπεὶ δὲ ὁ ἐγείρων κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν βραχίονι αὐτοῦ, ἀνέστησεν ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν τοῦ θρόνου αὐτοῦ, σὲ τὸν μέγαν καὶ φερώνυμον τῆς θεοφιλίας ἄνακτα, ἐν τῇ δυναστείᾳ τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Βασιλείαν κραταιὰν, ἰσχυρὰν, καὶ ἔντιμον ἔδωκεν ἐν τῇ χειρί σου ὁ τῶν