1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

καὶ παρέδωκαν· ταῦτα καὶ ἐκόσμησαν τὴν ἁγίαν Ἐκκλησίαν ἀπὸ περάτων τῆς οἰκουμένης, ἀπὸ τῆς ἐνδόξου Χριστοῦ παρουσίας, μέχρι τερμάτων αἰῶνος. Ἀλλά γε ὁ πολέμιος καὶ ἀρχαῖος τοῦ γένους ἐπίβουλος διάβολος, φθόνῳ καὶ βασκανίᾳ τῶν καλῶν τετηκὼς, οὐκ ἐπαύσατο τὴν πολυτάραχον αὐτοῦ καταιγίδα, ὡς λαίλαπα ἀγρίαν, τῶν αἱρέσεων ἀνακινῶν. Καὶ Κωνστάντιος μὲν, ὁ τὰ σκῆπτρα διαδεξάμενος τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου, ὁ τῆς μεγάλης ῥίζης σεσαθρωμένος ὄρπαξ, οὐ μέτριον κλόνον καὶ τάραχον τῆς πατρικῆς κρηπῖδος εἰσβαλὼν, πόλεμον τῇ Ἐκκλησίᾳ χείρονα τῆς εἰδωλικῆς δεισιδαιμονίας, τῇ τῶν Ἀρειανικῶν φρενῶν φενακιζόμενος ἀπάτῃ, τοὺς προβόλους καὶ στύλους τῶν Ἐκκλησιῶν κατασείσας κατέῤῥαξε. Λιβέριον μὲν Πάπαν Ῥώμης, Ἀθανάσιον τὸν μέγιστον Ἀλεξανδρείας, Παῦλον ἄλλον Κωνσταντινουπόλεως τὸν ὁμολογητὴν, Εὐστάθιον τὸν περιώνυμον Ἀντιοχείας, καὶ τοὺς σὺν αὐτοῖς λογάδας καὶ ἁγίους Πατέρας ἐξοστρακίστους κατεδίκασεν· ἀνθρώποις ἀσεβέσι καὶ ἐναγέσι τὰ τῶν ἁγίων ἅγια ἐνεχειρίσατο. Αὖθις ὀπαδοὶ καὶ συνεργοὶ Ἰουλιανὸς ὁ πρωτότοκος υἱὸς τοῦ Σατανᾶ, ὁ ἀποστάτης καὶ παραβάτης, ὡσαύτως καὶ ὁ Οὐάλης, εἰ καὶ οὐκ ἀποστάτης, ἀλλά γε Χριστοδιώκτης καὶ Χριστόμαχος· ἀλλ' αὐτίκα γοῦν ἀνατέταλκεν ὁ τῆς δυτικῆς λαμπαδηφορίας πνευματικὸς ἀστὴρ ὁ μέγας Θεοδόσιος, κατὰ τοῦ πνευματομάχου Μακεδονίου ἐκ τοῦ πατριαρχικοῦ θρόνου ἐξοστρακισθέντος, συνόδοις καὶ συνδρομαῖς τῶν ἁγίων Πατέρων, τὸ μέγιστον τῆς εὐσεβείας Χριστοῦ ἅγιον σύμβολον τῇ Ἐκκλησίᾳ ἀπαρεγχείρητον ἐμπήξας ἡδραίωσε. ηʹ. Τούτου τῆς βασιλείας διάδοχοι, Ἀρκάδιος καὶ 95.356 Ὁνώριος, καὶ τούτων αὖθις Θεοδόσιος ὁ τοῦ Ἀρκαδίου βλαστός· εἶτα πάλιν ἡ γάγγραινα νομὴν λαβοῦσα, Νεστορίου τοῦ ἀνθρωπολάτρου, Εὐτυχοῦς καὶ ∆ιοσκόρου, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων· ἀλλ' ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ὁ γὰρ μέγιστος τῆς βασιλικῆς εὐσεβείας νομοφύλαξ Μαρκιανὸς τῇ τῶν ἁγίων Πατέρων συνδρομῇ τοὺς δυσσεβεῖς εἰς γῆν κατέῤῥαξεν. Εἶτα πάλιν ἄλλοι τινὲς τὴν ἁλμυρὰν τῆς θεοπασχίας κατεῤῥάτισαν αἵρεσιν, Σέβηρος, Ἰάκωβος, Πέτρος ὁ Κναφεὺς, καὶ ἄλλοι τινὲς τῆς ἀνοσιουργίας ἀποπτυελίσματα, μεθ' ὧν ἡ βασιλικὴ Ζήνωνος τυραννικωτάτη χεὶρ κατεστράτευσεν. Οὕσπερ ἡ τῶν εὐσεβῶν βασιλέων, Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ τῶν ἁγίων Πατέρων θεόδρομος σύνοδος, ὥσπερ λιμώττοντας κύνας τῆς ἐκκλησιαστικῆς ὁμηγύρεως ἐξήλασεν. Εἶτα πάλιν οἱ πρόβολοι κατὰ τῶν ἐκκλησιαστικῶν πυργοβάρεων, Ὁνώριος Ῥώμης, Σέργιος ὁ τῆς βασιλίδος, Πύῤῥος, Παῦλος, Κῦρος Ἀλεξανδρείας, Μακάριος Ἀντιοχείας, Θεόδωρος ὁ τῆς Φαρὰν, ὑπὸ τοῦ πολυμηχάνου καὶ ἀρχηγέτου τῶν κακῶν εἰς γῆν τῆς αἱρέσεως κατεῤῥάχθησαν, ὑπὸ τοῦ εὐσεβοῦς μεγάλου Ἰουστίνου τῇ τῶν ἁγίων Πατέρων θεοσυλλέκτῳ συνόδῳ τῆς κατακρίσεως ἀνάθεμα κληρωσάμενοι. θʹ. Εἶτα τούτων καὶ πλειόνων αἱρέσεων, ὡς ἄχυρα ἀπὸ ἅλωνος θερινῆς ἀναῤῥιφθέντων, καὶ ὡς κύματα ἄγρια θαλάσσης διαλυθέντων, τί νῦν ὁ ἕρπων σκολιὸς ὄφις, ὁ ἀντίδικος τοῦ γένους ἡμῶν διάβολος, ὁ σπορεὺς τῶν ζιζανίων, ὁ ἄλλον τινὰ βουρκανὸν τῆς ἀσεβείας καὶ τῆς αἱρέσεως ... καὶ τῆς τοῦ Θεοῦ Λόγου ἀτρέπτου καὶ ἀναλλοιώτου σαρκώσεως ἤδη περὶ ρλʹ χρόνους τὴν ἀνίατον ταύτην καὶ ἀθεράπευτον νομὴν διανέμων τοιᾷδε προφάσει· Θεοδοσίου τοῦ γένους Ἀδραμυτίου, καὶ τὰ βασιλικὰ σκῆπτρα ἐγκεχειρισμένου· Ἰεζά τε τῆς τῶν Ἀράβων ἡγεμονεύοντος ἐξουσίας, δύο τινὲς θεομάχοι Ἑβραίων παῖδες, οἱ ἀεὶ καὶ πάντοτε τραχηλιοῦντες κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ φρυαττόμενοι, τερατείαις καὶ συμβολομαχίαις, καὶ φαρμακείαις καὶ δαιμονιώδεσιν οἰωνίσμασι σχολάζοντες, ὡς δῆθεν ἀστρολογικήν τινα μεταδιώκοντες ἐπιστήμην, ἐξ ἀγχιστείας τῶν Ἰσαυρικῶν Ἰουδαίων ὑπάρχοντες, πλανώμενοι