1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

προσκεκύνηται παρ' αὐτοῖς Θεὸς ἀλλότριος· ὅτι, τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἢ τίς Θεὸς πλὴν αὐτοῦ; Ποῦ εἰσιν οἱ Χριστιανοκατήγοροι, οἱ ἱεροκατήγοροι, οἱ ἑαυτοὺς τῆς Χριστωνύμου κλήσεως ἀποξενώσαντες; οἱ ἑαυτοὺς τῆς μελλούσης ἐλπίδος τῶν Χριστιανῶν ἀπελπίσαντες, οἱ πεπλανημένοι ἀπὸ μήτρας τῆς θείας κολυμβήθρας, ἁμαρτωλοὶ ἄνθρωποι, τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τῆς καθολικῆς Ἐκκλησίας ἀνομίαν, ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει, οἱ πᾶσαν Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον στρεβλοῦντες κατὰ τὰς ἰδίας ἐπιθυμίας, οἱ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσαντες, καὶ τὸ αἷμα τῆς διαθήκης καινὸν ἡγησάμενοι, ἐν ᾧ ἡγιάσθησαν, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἐχειροτονήθησαν ἐνυβρίσαντες, οἱ ψευδοχριστιανοὶ, οἱ τὴν ἁγίαν καὶ καθαρὰν Χριστοῦ Ἐκκλησίαν, τράπεζαν ἠλισγημένην ἀποκαλέσαντες, οἱ μὴ εἰδότες διαφορὰν ἁγίου καὶ βεβήλου, καθαροῦ καὶ ἀκαθάρτου; Πολλὰ ὤφειλον γράψαι, ἀλλ' οὐκ ἰσχύομεν διὰ μέλανος καὶ χάρτου· ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ιςϛʹ. Αὖθις ὁ φερώνυμος Νικηφόρος ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ εὐσεβέστατος καὶ ὀρθόδοξος θεράπων· ὡσαύτως καὶ οἱ τῆς εὐσεβείας υἱοὶ καὶ τῆς βασιλείας διάδοχοι, βεβαίαν καὶ ἀσάλευτον τὴν πίστιν διατηρήσαντες τῷ Χριστῷ, καὶ τῷ μεγάλῳ ἀρχιερεῖ πατριάρχῃ Νικηφόρῳ παρέθεντο τὴν Ἐκκλησίαν καθαρὰν καὶ ἀμίαντον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα. Ἀλλ' αὖθις πάλιν ἡμῖν φερώνυμος τῆς δυσσεβείας θὴρ, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος ἐνέσκηψεν· ἡ δὲ λύμη τῆς τοιαύτης ψυχοφθόρου αἱρέσεως τοιᾷδε προφάσει ἐνέσκηψε. Μιχαὴλ καὶ Θεοφυλάκτου τῶν θεοφιλεστάτων καὶ εὐσεβεστάτων ἀνδρῶν τὰ βασίλεια ἰθυνόντων, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ οὔσης ἐν βαθυτάτῃ γαλήνῃ, καὶ τῶν ἱεραρχῶν πάντων ἥσυχον καὶ ἠρεμαῖον βίον σὺν τοῖς ἱερεῦσι καὶ εὐλαβέσι μοναχοῖς διαγόντων ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, οὐκ οἶδ' ὅπως εἰπεῖν, τέρας ξενοφανὲς εἰσέδυ εἰς τὴν πανευδαίμονα πόλιν· γυναικός τινος τῶν ἐγχωρίων τετοκυίας βρέφος, τὰ μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδὸς, τὰ δὲ ὑποκάτω, θηρῶν ἀγρίων, λεόντων καὶ παρδάλεων καὶ λύκων. Καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι, ὥστε γινώσκειν ἑκάστου τὸν σχηματισμόν· ἀλλά γε ἑαυτῇ ἡ ἐγγαστρίμυθος ὑπὸ 95.368 τοῦ ἐν αὐτῇ προσφωνοῦντος πνεύματος Πύθωνος ἐναερίου, τὴν τῶν βασιλέων ταχεῖαν ἀναδοχὴν τερατεύεται· καὶ δὴ ὁ φιλόχριστος βασιλεὺς τὸ ἐβδελυγμένον τοῦτο γύναιον παραδίδωσιν εἰς φρουρὰν ἀσφαλῆ ἑνὶ τῶν οἰκείων αὐτοῦ καὶ μυστικῶν αὐτοῦ θεραπόντων. Καὶ δή τις τῶν ἀφανῶν καὶ εὐτελῶν τῆς πόλεως τοὔνομα Ἰωάννης, Ἀναγνωστικῷ βαθμῷ τῇ εὐαγεῖ μονῇ τῆς ἁγίας Θεοτόκου τῶν λεγομένων Ὁδηγῶν σχολάζων, παῤῥησιασάμενος τῇ ἐγγαστριμύθῳ, μυεῖται αὐτῷ τὴν τῶν ἐσομένων πρόγνωσιν, τήν τε τοῦ βασιλέως ἐναλλαγὴν, καὶ τοῦ διαδόχου τῆς βασιλείας ἀποκατάστασιν, μεγάλην τε καὶ ὑπερφυῆ καὶ τριάκοντα χρόνους ἐν εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ διαβιῶναι, εἰ ἄρα γε τὴν τῶν ἱερῶν εἰκόνων καθαίρεσιν τέλεον ποιήσας, τὸ μνημόσυνον αὐτῶν παντάπασιν ἐξαφανίσειε. Λέων δὲ ἔσται τὸ ὄνομα αὐτοῦ, ἐξ Ἀρμενίων ἀγχιστείας καταγόμενος· καὶ δὴ, φησὶ, χρησμῳδεῖ, καὶ τὸν συμμύστην Ἰωάννην, μεγίστης ἀξιωθήσεσθαι τιμῆς παρ' αὐτοῦ τοῦ Λέοντος, καὶ ὑψωθήσεσθαι, καὶ μετεωρισθήσεσθαι σφόδρα σφόδρα ὑπεράνω πάσης ἀρχῆς, ὡς οὐδεὶς ἄλλος τῶν κατ' αὐτὸν προβεβηκότων. ιζʹ. Καὶ δὴ Λέοντος πατρικίου καὶ στρατηγοῦ τῆς τῶν Ἀνατολικῶν ὑπαρχίας, ἔνδον αὐτοῦ ὄντος ἐν τῇ εὐδαίμονι, Νικηφόρος τις ὁ παρωνύμως Κιννάριος λεγόμενος, μυεῖται τῷ Λέοντι τὰ τῆς ἐγγαστριμύθου μαντεύματα· καὶ ἄλλος δέ τις τῶν κυκλαρίων ψευδερημιτῶν ψευδολογίαις καὶ μαντεύμασι τὸν ἀπειρόκακον λαὸν διαχλευάζων, διὰ τοῦ αὐτοῦ Νικηφόρου εἰσάγεται τῷ Λέοντι πατρικίῳ· καὶ οὗτος μυεῖται αὐτῷ τὰ