1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

ὁμοῦ συναθροισθέντων, ἀνελθὼν ὁ ἁγιώτατος πατριάρχης ἐν τῷ ἄμβωνι, ἀνεθεμάτισε τὸν αἱρεσιάρχην, τάδε ἀναβοῶν· «Ἀντώνιος τοῦ νέου Ἀρείου, παραπλήσιον Παυλικιανῶν, ἀνάθεμα.» Ὁ λαὸς, «Ἀνάθεμα.» ῾ἁγιώτατος πατριάρχης φησίν· «Ἀντώνιος ὁ νέος Ἄρειος δεδεμένος ἐστὶν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι, καὶ ἐπὶ τῆς γῆς, ἐκ τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἐκ τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ἐκ τῶν δώδεκα ἀποστόλων, ἐκ τῶν τριακοσίων δεκαοκτὼ Πατέρων, ἐκ τῶν ἁγίων μεγάλων καὶ οἰκουμενικῶν συνόδων, καὶ ἀποστολικῶν θρόνων, καὶ παρ' ἐμοῦ τοῦ χειροτονήσαντος αὐτόν· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες· ὡς Χριστομάχος, ὡς παραβάτης τῶν ἰδιοχείρων σταυρῶν, ὡς ἀποστάτης τῆς ὀρθοδόξου πίστεως, ὡς εἰκονοκλάστης, ὡς εἰδωλολάτρης, ὡς Χριστιανοκατήγορος, ὡς Χριστιανοδιώκτης, ὡς ἱεροκτόνος· τῶν ἱερέων τὸ μῦσος, τῶν πατριαρχῶν ὁ ἐξάγιστος, τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἡ πρώτη ἀποστασία, ὁ πρόδρομος τοῦ Ἀντιχρίστου, ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀποκαλυφθεὶς ἐν τῷ ἐνεστῶτι καιρῷ.» Ταῦτα τὰ ἐγκώμια τοῦ ἐλεεινοῦ Ἀντωνίου. κγʹ. Τί οὖν ὁ συνεργὸς καὶ συμμέτοχος αὐτοῦ ὁ φερώνυμος πρόδρομος τοῦ Ἀντιχρίστου, οὗ ἐκ τοῦ σώματος ἐκπορεύεται τῆς βλασφημίας κλίβανος πυρός· ὁ ψευδομάντις Βαλαὰμ, ὁ τῆς ἐγγαστριμύθου μύστης; οἱ δύο τῆς ἐναντίας μοίρας ἑκατόνταρχοι, οἱ νέοι Φαραωνιτικοὶ καὶ ἐπαοιδοὶ Ἰαννὴς καὶ Ἰαμβρὴς οἱ μαθηματικοί; τί οὖν ὁ λεόντειον εἶδος ἔχων, λεόντεια βρυχόμενος κατὰ τῆς Ἐκκλησίας; Μιμεῖται τὸν ἀρχηγέτην Λέοντα τῆς αἱρέσεως ταύτης, καὶ ὥσπερ ἐκεῖνος τὸν θεσπέσιον Γερμανὸν, καὶ οὗτος τὸν ἀοίδιμον καὶ ἁγιώτατον Νικηφόρον τοῦ πατριαρχικοῦ θρόνου ἐξωστράκισε, καὶ πάντας τοὺς κατ' αὐτὸν 95.376 ἁγιωτάτους ἀρχιερεῖς, καὶ μονάζοντας, βασάνοις καὶ ἐξορίαις κατεδίκασε. Τί οὖν; ἐξάγεται Ἰακὼβ ὁ ἠγαπημένος, ἀντεισάγεται Ἡσαῦ ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ἀναβαίνουσιν ἀλλαχόθεν οἱ κλέπται καὶ λῃσταὶ εἰς τὴν αὐλὴν τῆς Ἐκκλησίας. Βεβεβήλωται τὸ ἅγιον θυσιαστήριον. Πάλιν οἱ Ἰουδαῖοι χαίρουσι· πάλιν ἀλαλάζουσι μέγα κροτοῦντες τὰς χεῖρας· πάλιν βρενθύουσι καὶ γεγάννυνται κατὰ τοῦ Ναζωραίου Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐσταύρωσαν, ταῦτα δρώμενα βλέποντες· πάλιν Μωντανισταὶ χώραν ἔλαβον κδʹ. Τί οὖν Λέων, μέγα ὡς ἐκ δρυμοῦ ὠρυόμενος καὶ μυκώμενος κατὰ τῆς Ἐκκλησίας καὶ κατὰ τοῦ Χριστοῦ, αὐτὸς ταραχῶν καὶ σκανδάλων τὴν εὐδαίμονα πόλιν ἐμπίπλησιν, οἰμωγαί τε καὶ θρῆνοι καὶ δάκρυα καὶ στεναγμοὶ πανταχόθεν διέτρεχον. ∆ιπλοῦς γὰρ ἦν ὁ θάνατος, ψυχῶν τε καὶ σωμάτων· καὶ δὴ τὸν φύλακα καὶ φρουράρχην τῆς αὐτοῦ βασιλείας ἐπαύσατο, εἰπών· Ἀπόστα ἀπ' ἐμοῦ, Ἰησοῦ βασιλεῦ· ὁδούς σου οὐ βουλόμεθα εἰδέναι. Καὶ τούτου τὸν σεβάσμιον χαρακτῆρα τὸν ὄντα ἐν τῇ Χαλκῇ, λίθοις καὶ κόπροις καὶ πηλώδεσι μάζαις, ἐμπτύοντες εἰς τὸ πρόσωπον αὐτοῦ, προσέῤῥιπτον, διαῤῥήξαντες αὐτὸν εἰς τοὔδαφος. Ἰουδαίοις μέν ποτε λίθοις αὐτὸν ὑπέβαλον, Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἀποκαλοῦντες, αὐτὸς δὲ διὰ μέσου αὐτῶν ἐπορεύετο· οὗτοι δὲ χείρονα τούτων ἔδρασαν. Ὄντως «ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα αὐτοῦ.» Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοῦ Καίσαρος Τιβερίου εἰκόνα ἐν χερσὶ κρατήσας, καὶ εἰρηκὼς,» Τίνος ἡ εἰκὼν καὶ ἐπιγραφὴ αὕτη;» οὐκ ἐνύβρισεν, ἀλλὰ καὶ τὴν ὀφειλὴν ἀπέδωκεν ὡς Καίσαρι, καὶ τὸν κῆνσον ἐτέλεσεν. Ὦ λαὸς ἄνομος, μωρὸς καὶ ἀσύνετος, ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; ἀλλ' οἷα πάσχει καὶ νῦν ὁ Λόγος, παρὰ μὲν ἀσεβούντων βλασφημούμενος, καὶ ἀνέχεται τὰ τῆς ὕβρεως· μακρόθυμος γάρ· παρὰ δὲ τῶν εὐσεβῶν εὐφημούμενος, καὶ ἀναβάλλεται τὰ τῆς μακροθυμίας, τοῖς μὲν ἴσως καιρὸν διδοὺς