1

 2

 3

 4

 5

 6

 7

 8

8

κομισάμενος τῶν ἄθλων τὰ ἔπαθλα, τῆς δικαιοσύνης τὸν στέφανον. Ἀλλ' οὐκ εἴασε καὶ θανὼν τὴν νύμφην τὴν ἑαυτοῦ ὁ φιλούμενος, φιλόνυμφος, καὶ φιλότεκνος, οὔτε μὴν τοὺς παῖδας τοὺς ἑαυτοῦ τῆς οἰκείας ἐστερημένους χάριτος, ἀλλὰ θείᾳ Προνοίᾳ καὶ κρίσει καταλλήλως πρὸς τὰ βασίλεια φέρεται, τὸ μὲν σῶμα πρὸς τὰ ὁρώμενα, τὸ δὲ πνεῦμα πρὸς τὰ ἀθέατα· καὶ κήρυξ τῶν θείων λογίων διαμένει, μέχρις Χριστὸς αὖθις παραγενήσεται, μεθ' οὗ δοξασθήσεται, τῆς αὐτοῦ κατατρυφῶν χαρᾶς τε καὶ ὡραιότητος. Ταῦτά μοι, ὦ Πάτερ Πατέρων, πρός σε τὰ ψελλίσματα· ἀλλ' ἐποπτεύοις ἡμᾶς τοὺς ὁμωνύμους, καὶ ἀντιδοίης τῆς πρὸς τὸν Κτίστην οἰκείωσιν, ὅς ἐστι Χριστὸς, εὐφροσύνη αἰώνιος· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, πάντοτε, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.