1

 2

 3

 4

 5

 6

 7

 8

4

Πνεύματι κατειργάζετο; ἐκ δυνάμεως προβαίνων εἰς δύναμιν, καὶ δι' ἀμφοῖν πράξεώς τε καὶ θεωρίας, ἄπαν Αἰγύπτιον νόημα τῆς ψυχῆς ἐξορίζων καὶ σώματος. θʹ. Μωϋσῆς τις ἄλλος τῷ βίῳ δεδωρημένος, τὴν Αἰγύπτου καταλελοίπει τὸν τῇδε βίον, καὶ τὰ τοῦ βίου, καὶ τρόπον τινὰ ἔξω τοῦ βίου γενόμενος, εἶδε Θεὸν ὡς ἐν βάτῳ τῷ τραχεῖ τοῦ βίου ἐκλάμποντα· καὶ ὥσπερ ἐξ ἀκάνθης τὸ ῥόδον, οὕτως ἐκ πόνων ἀρετῆς φυτὸν εὐῶδες εἰς ὀσμὴν τοῦ Θεοῦ φύεσθαι πέφυκεν. Οὕτω λυθεὶς τῶν χαμαιζήλων ἐννοιῶν, καὶ ἀφεὶς δίκην πεδίλων τὰ γήϊνα ἐν τόπῳ Θεοῦ, τῷ 96.772 ἰδίῳ νῷ γίνεται, καὶ ὁρᾷ Θεὸν ὡς ἰδεῖν δυνατὸν, καὶ πάλιν εἰς Αἴγυπτον παραγίνεται, πλήθη πολλά τε καὶ ἄπειρα ἐξ Αἰγύπτου, καὶ τῆς πικρᾶς τυραννίδος Φαραὼ τοῦ κοσμοκράτορος, καὶ πρὸς τὴν ἄνω γῆν τῆς ἐπαγγελίας μεταστησόμενός τε, καὶ μεταστήσων διὰ θαλάττης Ἐρυθρᾶς τοῦ θείου ὕδατός τε καὶ αἵματος, ἐν ἐρήμῳ τῶν παθῶν πολιτευσαμένους, καὶ Ἀμαλὴκ ἐκκλίναντας χειρῶν ἐκτάσει ἐπαιρομένων σταυροειδῶς πρὸς τὸν ἐν σταυρῷ τὰς χεῖρας δι' ἡμᾶς ἐκτείναντα, ἐξ αὐτοῦ τε τὴν τροπαιοῦχον δεδεγμένους δύναμιν. Ἐν τῷ σπηλαίῳ τοίνυν διττὸν ἔτος διατρίψας, καὶ ἄγρυπνον τὴν ψυχὴν ἅμα καὶ τὸ σῶμα διαφυλάξας, οἷον ἄσαρκος τῇ μελέτῃ τῶν θείων λογίων ἐνασχολούμενος, πᾶσαν ἐξωστράκισεν ἄγνοιαν, τὸ φῶς τῆς ἀληθοῦς εἰσοικισάμενος γνώσεως. Εἰ δὲ καὶ ὕπνου μεταλαχεῖν ἔδει πρὸς τὴν τῆς φύσεως ἀνάκτησιν καὶ ἀνάῤῥωσιν, ἔστω τὴν λειτουργίαν ἐτέλει τῆς φύσεως, ὡς τὸ διττὸν ἔτος οὐδ' ὅλως ἀνακλιθῆναι, οὐ νύκτωρ, οὐ μεθ' ἡμέραν. Οὕτω νεκροῦται τὰ ὑπογάστρια, καὶ τῶν νεφρῶν τὰς δυνάμεις ἐκλύεται, καὶ τῶν ἐπ' ὀμφαλοῦ γαστρὸς τὴν πύρωσιν παρασβέννυται, καὶ ἄτονος πρὸς τὸ ἑαυτῷ χρησιμεύειν γίνεται. ιʹ. Αὖθίς τε πρὸς τὴν πατρίδα παλινοστήσας, καὶ τῆς Ἐκκλησίας ἐν πρεσβυτέρου τάξει γινόμενος, καὶ ταύτῃ ὡς εὐγνώμων παῖς τῇ τιθηνῷ μητρὶ ἀποτίσας τὰ θρέπτρα, θείᾳ προνοίᾳ πρὸς τὴν ἁλουργίδα τῶν πόλεων μετατάττεται, καὶ τὴν θυγατέρα τοῦ μεγάλου ἀρχιερέως νυμφεύεται. Οὐ γὰρ ὑπὸ μόδιον κρύπτεσθαι ὅσιον φωστῆρα τοιόνδε, ἐφ' ᾧ τὸ ἄχρονον καὶ ἀΐδιον φῶς ἀναπέπαυται, ἀλλ' ἐπὶ λυχνίαν ὑψηλὴν καὶ περίοπτον ἀνατίθεσθαι, ἵν' ὡς ἐξ ἀπόπτου καὶ μεσαιτάτης περιωπῆς σάλπιγξ οἷα χρυσήλατος πάντα περιηχήσῃ τὰ πέρατα. Τίς οὕτως Ἐκκλησίαν ἴθυνέ τε καὶ ἔταξε, καὶ χθαμαλὸν ἐπεδείξατο φρόνημα, ἐν ὑψηλῷ τοῦ ἀξιώματος προτερήματι; τίς οὕτως ὀργὴν καὶ θυμὸν ἡνιόχησεν, ὡς ἔννομον πρᾳότητα κτήσασθαι, ἀποστυγοῦσαν μὲν πᾶν ὅ τι τῆς ἀρετῆς ἀντίθετον, καὶ διεκδικοῦσαν δὲ ἐξ ἀδίκων τὸν δίκαιον; τίς ἀγάπην τοσοῦτος, ἐξ ἧς ἔλεος φύεται; οὗ τῆς ἀρετῆς μέχρι νῦν ἔμψυχοι στῆλαι τὰ σύμβολα φέρουσι. Λόγος γὰρ πᾶς αὐτῷ ἐλέου ὑπῆρχεν ὑπόθεσις, ὡς εἰς ἕξιν ἐληλακέναι συμπαθείας καὶ μεταδόσεως τοὺς τῶν ἐκείνου ἐπαίοντας λόγων. Ἔπεισε γὰρ Θεῷ τὰ οἰκεῖα κιχρᾷν, φθαρτὰ διδόντας καὶ ῥέοντα ἀντιμετρεῖν τὰ ἑστῶτα, καὶ ἄφθαρτα, καὶ θησαυρίζειν ἐν οὐρανοῖς τῆς συμπαθείας τὸν ἔρανον, οὐ δαπανώμενον. Οὐδὲ κλέπτῃ συλώμενον, ἐλεημοσύναις τὰς ἁμαρτίας καθαίρειν, καὶ τὰς ἀδικίας ἐν οἰκτιρμοῖς πενήτων· πεινῶσι διαθρύπτειν τὸν ἄρτον εὐαγγελικῶς, καὶ διψῶσι διδόναι ποτήριον· γυμνῶν περιστέλλειν τὴν γύμνωσιν, καὶ ἀμφιάζειν ἀνείμονας, καὶ ἀστέγους ὑπαιθρίους σκέπειν· ποιεῖσθαι νοσούντων ἐπίσκεψιν, καὶ πρὸς φρουρὰν τὸν πόδα προίεσθαι, καρποῦσθαι τῷ ἐλέῳ τὸν ἔλεον. ιαʹ. Μῆνιν δὲ τίς ἀπώσατο, καὶ ἀπωθεῖσθαι τὸ ποίμνιον πέπεικε, τὴν τὰ θεῖα σπλάγχνα τῶν οἰκτιρμῶν τοῖς ἔχουσι κλείουσαν; Ὡς γὰρ ἐποίησας, ἔστω σοι, φησίν· ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθησομένῳ. Ἀφέντι γὰρ ἀφεθήσεται. Καὶ ἔμπαλιν ἀκολουθία πεφώνηκεν· οὐκ ἀφεθήσεται γὰρ οὐκ ἀφιέντι. Τίς φθόνον, καὶ βασκανίαν κατέκρινε,