1

 2

 3

 4

 5

 6

 7

 8

5

καὶ κατάκρισιν διδάξας; τὸ φθονεῖσθαι ἄριστον· ἀγαθὸν γὰρ ἅπαν ἐπίφθονον. Αὐτοκατάκριτον δὲ πρὸς τῷ αἰσχίστῳ τὸ βάσκανον τὸ πάντων τῶν παθῶν ἀδικώτατον καὶ εἰκαιότατον τὸ τοῦ ἐλέους ἀντίπαλον· εἴπερ ἔλεος μὲν ἀλλοτρίοις κακοῖς ἐπαλγύνεσθαι, ἀγαθοῖς δὲ τὸ βάσκανον, οὐχ ἑαυτοῦ ἕνεκα, τοῦ δὲ πάσχοντος· καὶ αὔξησιν ποιεῖσθαι τῆς τηκεδόνος τῆς ἑαυτοῦ τῶν ἀλλοτρίων καλῶν τὴν ἐπαύξησιν, τὸν κεκτημένον ἀμυνόμενον πρότερον. Καὶ παιδεύσας μὴ κρίνειν τὸν σύνδουλον, ὡς ἂν μὴ κριθείημεν δικαίοις σταθμοῖς τοῦ μόνου κριτοῦ τὴν δίκην ἡμῖν ταλαντεύοντος· μηδὲ ἁρπάζειν τὸ τοῦ δεσπότου ἀξίωμα. Εἷς γὰρ κριτὴς, ὃς οὐ κρίνεσθαι πέφυκεν, ὡς μόνος ἁμαρτίας ἐλεύθερος, δεσπόζων, οὐ δεσποζόμενος. Ἄφετε, εὐαγγελικῶς ἐβόα, καὶ ἀφεθήσεσθε. Τίς λύπην ἀπώσατο τὴν πρὸς θάνατον ἄγουσαν καὶ λύπην ἐδίδαξε τὴν θυμηδίας πρόξενον; ὧν ἡ μὲν ὡς πένθος τῆς ἐκ Θεοῦ ἁμαρτίας, σωτήριος· εἴπερ ἁμαρτάνειν τὸ ἀποτυγχάνειν οἱ ταῦτα δεινοὶ διειλήφασιν· ἡ δὲ τῇ στερήσει τῶν ἡδονῶν ἐπισυμβαίνουσα, θυμόφθορος ὄντως καὶ ἄρδην εὐδόκιμος. Οὐ γάρ ἐστιν, οὐκ ἔστι λύπην συμβῆναι, ἢ ἐπὶ στερήσει ἐφέσεως. Οἵα τοίνυν ἡ ἔφεσις, τοιάδε καὶ τῆς ἀστοχίας ἡ λύπη· ἀγαθῆς μὲν ἀρίστη, ἄλλως δὲ ἐχούσης, ἄλλως ἔχουσα. Ἀρίστη δὲ τῶν ἐφέσεων μία πρὸς τὸ μόνον ἄριστον νεύουσα. Τῶν ἐναντίων δὲ καὶ αἱ ἐφέσεις ἀντίθετοι. Ἀκηδίας δὲ τὸ ἄτονον οὐκ ἐτόνωσε μνήμῃ θανάτου; διδάξας αὐτῆς τῆς ψυχῆς νευροτομοῦσαν τὴν δύναμιν ἀποσείεσθαι, καὶ ταύτην ἀντεισοικίσας θεῖον φόβον, καὶ πόθῳ τὸν λαὸν παροτρύνας πρὸς εὐχὰς, καὶ ῥᾳθυμίαν ἄρδην τῶν ψυχῶν ἐκτινάττεσθαι, καὶ παντὶ σθένει τὰς ἑαυτῶν καρδίας τηρεῖν, ὡς ἂν μὴ ὡς διὰ θυρίδων τινῶν τῶν αἰσθήσεων ἀναβῇ θάνατος ἐπ' αὐτάς. ιβʹ. Ἐρευνᾷν τὰς Γραφὰς ἐδίδαξεν, ἐξηγητὴς καὶ παιδευτὴς τούτων γενόμενος, καὶ προφητικῷ πνεύματι τὰ κεκρυμμένα βάθη διερευνήσας τοῦ Πνεύματος, καὶ διαῤῥήξας τοῦ γράμματος τὸ προκάλυμμα, καὶ τὸ κάλλος δημοσιεύσας τὸ ἐναπόθετον· καὶ ταῦτα πάντα ἀτύφῳ, καὶ ἀκενοδόξῳ τῷ φρονήματι. Ἤδει γὰρ, ᾔδει καταπατεῖν τὸ κενὸν δοξάριον, τὸ κενὸν τῶν πόνων ἀνάλωμα, τὸ τῶν ἀρετῶν λήϊον λυμαινόμενον. Τιθρᾷν γὰρ οἶδεν, οἷα πίθον, τὸ ψυχικὸν δοχεῖον τῶν ἀρετῶν, καὶ τῇ ἐκροῇ εἰσροὴν ἐκλαμβάνουσα, οὐδὲν ἧττον κενὸν τὸ δοχεῖον καθίστησιν, ἀκερδεῖς ἱδρῶτας χαριζομένη, καὶ πόνον προξενοῦσα 96.776 ἐπικαρπίας ἀμέτοχον. Πρέπειν γὰρ ᾔδει, Θεῷ μὲν πᾶν κλέος καὶ ἔπαρμα, ἀνθρώπῳ δὲ τὴν ταπείνωσιν, ὁδὸν ἀρίστῳ γινομένην ὑψώσεως, καὶ Ἰσραὴλ κλίματα, πρὸς Θεὸν μὲν ἀναβιβάζουσαν ἄνθρωπον, καὶ Θεὸν καρδίας τελοῦσαν ἐφέστιον. ιγʹ. Ἐταπεινοῦτο πάσῃ τῇ κτίσει διὰ τὸν κτίσαντα Κύριον, ᾗ μόνον οὐ Χριστὸς ἠτιμάζετο, καὶ νόμος θεῖος παρεωρᾶτο καὶ ἀνετρέπετο. Ἀπηνῄνατο σοβαρὸν ἅπαν καὶ βλοσυρὸν, καὶ ὑπεροφρυβλέφαρον· μειλίχιον μὲν τὸ ὄμμα τοῖς ὁμιλοῦσι διδοὺς, λόγον δὲ ἤπιον καὶ θεῖον ἠρτυμένον ἅλατι. Τὸ ἦθος μὲν χαρίεν, ἀστεῖον δὲ τὸ τοῦ προσώπου μειδίαμα, οὐ πρὸς ἔκλυτον διαχεόμενον γέλωτα. Εἰδὼς γὰρ ὡς ταῖς ἀρεταῖς αἱ κακίαι παραπεπήγασι, καί εἰσί πως ἀγχίθυροι, τῷ ἄριστα διακελευομένῳ πειθόμενος, προσεῖχεν ἑαυτῷ, τραπεζίτης εὐκρινὴς γινόμενος· κίβδηλον μὲν ἅπαν ἀποπεμπόμενος χάραγμα, τῆς δὲ βασιλικῆς εἰκόνος τὴν δραχμὴν προσιέμενος, κακίας μὲν ἅπαν εἶδος, ὡς χοῦν ἐκρίπτων τῆς ἑαυτοῦ καρδίας ῥύμῃ θείου Πνεύματος, ταῖς ἀντιθέτοις δὲ τῶν κακιῶν ἀρεταῖς ἀρδευόμενός τε καὶ πιαινόμενος, καὶ ὡσεὶ ἐλαία κατάκαρπος ἐν οἴκῳ Θεοῦ τῇ Ἐκκλησίᾳ ἀειθαλὴς γινωσκόμενος, καὶ Θεῷ φέρων καρπὸν ὡραῖον τὴν τῶν δι' αὐτοῦ σωζομένων πληθύν· ἢ ὡς φοίνιξ τις τῶν ἀρίστων ἐλέγχων σφραττόμενος σκόλοψι. Καὶ