1

 2

 3

 4

 5

 6

 7

 8

7

Χωρὴβ ἀποτρέχων, σὺν Ἰησοῦ τῷ Θεῷ φεύγων εἰς Αἴγυπτον, ὡς ἂν ἐν τοῖς ἄθλοις ἡ ἀνδρεία γνωσθείη, καὶ κατάλληλα τὰ ἔπαθλα δρέψοιτο. Ὡς ἂν τρόπον τινὰ τὸν Ἰὼβ ἐκμιμήσηται, καὶ πρὸς αὐτὸν ἐρεῖ Θεός. Ἢ οἴει με ἄλλως κεχρηματικέναι σοι, ἢ ἵνα δίκαιος ἀναφανῇς, ὡς ἂν καὶ ἄλλοις κηρύξῃ τὸ Εὐαγγέλιον. ιςʹ. Εἰ δὲ καί τινες ἕτεροι τῆς παρανόμου ταύτης ὑπερορίας συλλήπτορες γεγόνασι, σιγῇ τιμῶμεν αἰδοῖ τῶν Πατέρων, ὡς ἂν μὴ τοῦ Χὰμ ἀπενεγκώμεθα 96.780 πρόστιμον, τοῖς Πατράσιν ἐπιτωθάζοντες. Πολύτροπος γὰρ ἡ περὶ τούτου διήγησις, τῶν μὲν ἐπισκόπων ἐπιχεόντων τὸ ἄτοπον, τῶν δὲ τουτὶ πάντῃ ἀπαναινομένων, καὶ τῆς βασιλίδος καταψηφιζομένων, ἀπειλούσης τὴν τῶν ἑλληνικῶν τημένων ἀνακαίνισιν, ἤδη καθαιρεθέντων ἄρτι, εἴ γε μὴ σύμψηφοι πρὸς τὴν θείου ἀνδρὸς γένοιντο δίωξιν. Καὶ νικάτω τὸ εὔφημον· οὐκ ἀγαθὸν γὰρ Πατέρας συγκρίνειν, ὡς ἂν μὴ τούτων ὑφ' ἑαυτῶν κριταὶ κατασταίημεν. ιζʹ. Εἴτε οὖν οὕτως, εἴτε ἐκείνως, ἀφαιρεῖται τῆς Ἐκκλησίας ὁ πρόεδρος, ἡ κεφαλή τε τοῦ σώματος, καὶ χηρεύει τὸ ποίμνιον τοῦ καλοῦ ποιμένος τοῦ χριστομιμήτως ἀεὶ τὴν ψυχὴν τιθέντος τὴν ἑαυτοῦ ὑπὲρ τῶν προβάτων. Καὶ ἐπόθει ἡ Ἐκκλησία τὸν κήρυκα, τὸν νομέα, τὰ πρόβατα, καὶ τὴν σύριγγα· οἱ τοῦ Χριστοῦ ὑπερασπισταὶ τὸν ταξίαρχον, καὶ τὴν σάλπιγγα κατ' ἐχθρῶν νοητῶν ταράττουσαν, τὸν προασπιστὴν αἱ χῆραι· οἱ ὀρφανοὶ τὸν πατέρα· οἱ νοσοῦντες τὸν κομιστὴν, οἱ ξένοι ξεναγωγόν· ἡ τῶν πόλεων ἁλουργὶς τὸν χρυσὸν τὸν ἀκίβδηλον κοσμοῦντα δι' ἑαυτοῦ, καὶ ἐπικιρνῶντα τὴν βασιλείαν τῇ ἱερωσύνῃ, καὶ τῇ τοῦ πατρὸς ὥρᾳ χαριτοῦντα τὸ σκῆπτρον, καὶ τὸ διάδημα· αἱ φιλόθεοι ἀκοαὶ τὸν χρυσολόγον καὶ χρυσόστομον. Καὶ εἰ μὴ τολμηρὸν φάναι, συνεξῄει Χριστὸς ὃν ἔφερεν ἔνοιστον. Ὢ πῶς ἀδακρυτὶ τὴν ἀνήκεστον ἐκτραγῳδήσαιμι συμφοράν; οὐδὲ λιθίνη γὰρ καρδία μὴ δακρύειν ἐπὶ ταύτῃ δυνήσεται, ἐπεὶ καὶ λίθος ῥάβδῳ Μωσαϊκῇ ῥαπιζομένη ἐξέχεε νάματα, καὶ καρδία στεῤῥὰ τῷ μεγέθει πληγεῖσα τῆς τραγῳδίας, ποταμηδὸν ἐκχεῖ δακρύων κρουνούς. ιηʹ. Ἀλλ' ἄφνω τὰ βασίλεια θραύεται, καὶ Φαραὼ πάλιν τὸν θεόπτην ἐπιβοᾷ τὰ πρὸς τὴν τῆς μάστιγος ἄμυναν· ὃ δὴ καὶ γίνεται. Ἅμα γὰρ Ἰωάννης βασιλικῷ παλινοστεῖ προστάγματι, καὶ ἐκόπασεν ἡ θραῦσις. Οὕτως οἶδε Θεὸς τιμᾷν τοὺς ὄντας αὐτοῦ· Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω. Πάλιν τοίνυν ἐν εὐθυμίᾳ τὸ Χριστοῦ ποίμνιον. Πᾶσι γὰρ ἀποδίδοται ὁ τὰ πάντα πᾶσι γινόμενος, καὶ χαίρει μὲν ἅπαν Χριστοῦ τὸ ὑπήκοον, καὶ πιαίνεται, καὶ αὔξει ἐν ἀγαθῇ γῇ τῆς καρδίας, ὡς σπόρον τοῦ πνεύματος τοὺς Ἰωάννου λόγους δεχόμενος. Ὁ δὲ διάβολος θραυματίζεται, καὶ πάλιν τοῦ κήρυκος συνήθως κατεξανίσταται, καὶ ἐξαιτεῖται ὁ ἀδρανὴς τὸν ἀνδρεῖον τῆς Ἐκκλησίας πρόβολον, καταλύειν πειρώμενος, καὶ τὸν πλοῦτον λαφυραγωγεῖν τὴν ἀσύλητον· καὶ λαμβάνει μὲν τὴν ἐξουσίαν τοῦ σώματος, ὥς ποτε τοῦ Ἰὼβ ὁ τούτου μὴ φέρων πρότερον τὸ ἐμβρίμημα. Καὶ πάλιν ὁ δίκαιος αἴρεται, ὁ νυμφίος τῶν θαλάμων ἐξοστρακίζεται, καὶ τὸν νυμφικὸν ἡ Ἐκκλησία περιαιρεῖται κόσμον, καὶ τὴν κεφαλὴν περικείρεται, τοῦτον οὐκ ἔχουσα. Πῦρ γὰρ ἐκ τοῦ θρόνου, οἷα σκηπτὸς θεήλατος τὴν Ἐκκλησίαν 96.781 ἅμα καὶ τὴν σύγκλητον κατανέμεται. Καὶ πάλιν οἰμωγαί τε καὶ δάκρυα, συνεκδημεῖν πλήθους ἢ ἐνδημεῖν ἐφιεμένου, καὶ ἦν αὐτοῖς ὁ θάνατος αἱρετώτερος τῆς Ἰωάννου στερήσεως. Ἀλλὰ φευκτῶν κακῶν Θεοῦ παραχωροῦντος ἐπικρατούντων, οἷς ἐπίσταται, κρίμασιν. ιθʹ. Οὕτω γὰρ πάλιν ἀμείβων, ἐξ ἄστεος ἐκ χώρας εἰς χώραν μεθιστάμενος, ὃν ἐπόθει διώξας κατέλαβε· τὸ ζῇν χρηστὸν λογισάμενος, καὶ κέρδος τὸν θάνατον, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, τὴν πίστιν τηρήσας, καὶ τὸν δρόμον τελέσας, καὶ