1

 2

 3

 4

 5

5

Καὶ πρὸς τὰ τέλη. Ἀρχόμενοι τῶν τεσσαράκοντα ἡμερῶν τῆς νηστείας, ἤγουν τῶν ὀκτὼ ἑβδομάδων, καὶ νηστεύοντες σωφρόνως ἐπὶ καθαιρέσει τῶν ἐπανισταμένων κατὰ τῆς ψυχῆς ὀκτὼ λογισμῶν, ἀπὸ εἰκάδος ἑβδόμης τοῦ κατὰ Αἰγυπτίους Μεχὴρ μηνὸς, μέχρι εἰκάδος μηνὸς Φαρμουθί. Τοῦ αὐτοῦ, ψευδεορταστικῇ τριακοστῇ πρώτῃ, ἧς ἡ ἀρχὴ οὕτως ἐστίν· «Καὶ νῦν ἀκούειν δοκῶ.» Καὶ πρὸς τῷ τέλει. Ἀρχόμενοι τῶν ὀκτὼ ἑβδομάδων τῆς νηστείας, τουτέστι τῆς ἁγίας Τεσσαρακοστῆς, διὰ τὸ μὴ συναριθμεῖσθαι τὸ Σάββατον καὶ τὴν Κυριακὴν ταῖς ἁγίαις νηστείαις, ἀπὸ ἐννεακαιδεκάτης τοῦ κατὰ Αἰγυπτίους Μεχὴρ μηνὸς, κατὰ δὲ Ῥωμαίους εἰδοῖς Φεβρουαρίου, ἥτις ἐστὶ Φεβρουαρίου τρισκαιδεκάτη· τῆς δὲ ἁγίας ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης τοῦ κατὰ Αἰγυπτίους Φαρμουθὶ μηνός· κατὰ δὲ Ῥωμαίους πρὸ τριῶν νόννων Ἀπριλλίων, ἥ τις ἐστὶν Ἀπριλλίου τρίτη· καὶ ἐφεξῆς, τελέσαντες τὰς ἁγίας τοῦ Πάσχα ἡμέρας, ἑσπέρᾳ βαθείᾳ τοῦ ἁγίου Σαββάτου καταπαύσομεν τὴν νηστείαν.