1

 2

 3

 4

 5

2

Ἐκκλησίαν· πειθαρχεῖν δὲ μᾶλλον τοῖς τὴν προεδρίαν καὶ οἰκονομίαν τοῦ λόγου πεπιστευμένοις. Τὸ γὰρ περισσεύειν ἐν τῷ ἀγαθῷ, καὶ προκόπτειν, καὶ ἀναβαίνειν ἐπὶ τὰ μείζονά τε καὶ ὑψηλότερα, καὶ προστιθέναι ἐπὶ πᾶσαν αἴνεσιν τοῦ Κυρίου, τῶν εὖ ἐχόντων ἐστί. Τοῖς δὲ τὰς ὀκτὼ ἑβδομάδας νομοθετοῦσιν ὑπετιθέμην, ὡς οὐδὲ τὸ καλὸν καλὸν, εἰ μὴ καλῶς γένηται. Καλὸν μὲν γὰρ παρθενία ἀλλ' ἐὰν γήμῃς, οὐχ ἥμαρτες· Καλὸν τὸ νηστεύειν πᾶσαν ἡμέραν· ἀλλ' ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Ἐν τοῖς τοιούτοις οὐ νομοθετεῖν, οὐ βιάζεσθαι, οὐκ ἀναγκαστῶς ἄγειν τὸ ἐγχειρισθὲν προσήκει ποίμνιον, πειθοῖ δὲ μᾶλλον, καὶ ἠπιότητι, καὶ λόγῳ ἅλατι ἠρτυμένῳ, ταύτα καὶ τούτοις ὑποτιθέμεθα. Εἰ δὲ τὸ ἡμῖν δοκοῦν δημοσιεύειν χρεὼν, τοῦτό φαμεν, ὅτι τοῦ μύστου τῆς ἀληθείας ἁγίου Πατρὸς ἡμῶν Βασιλείου ἑπτὰ τὰς πάσας τῶν ἁγίων νηστειῶν ἑβδομάδας φήσαντος ἐν τῷ Κατὰ μεθυόντων λόγῳ, καὶ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου τῇ τεσσαράκοντα ἡμερῶν νηστείᾳ τοῦ Κυρίου, τύπον καὶ μίμημα τὰς νηστείας ταύτας δωρησαμένου ἐν τῷ Περὶ βαπτίσματος λόγῳ, ἀνάγκη ἀμφότερα συμβιβάζειν ἀλλήλοις, ἵνα μὴ ἀσύμφωνα τὰ τῶν θείων ἀνδρῶν φωραθείη δόγματα. Τοῦτο γάρ ἐστι τὸ τὴν στάσιν κινοῦν, τὸ μὴ διακρίνειν τῶν λεγομένων τὴν δύναμιν· οὐ γὰρ, ὥς τινες ὑπενόησαν, δεκάτας τῶν τοῦ ἐνιαυτοῦ νηστεύειν νενομοθετήμεθα· κανὼν γάρ ἐστι διατετυπωμένος ἀριδήλως Τεσσαρακοστὴν νηστεύειν νομοθετῶν· αἱ δὲ τοῦ ἐνιαυτοῦ δεκάδες, οὐ τεσσαράκοντα. Πῶς οὖν οἱ πέντε τῆς ἑβδομάδος νηστεύοντες, τὸν ἀριθμὸν περανοῦμεν τῶν 95.69 τεσσαράκοντα, εἰ μὴ τῶν ὀκτὼ ἑβδομάδων τὰς πεντάδας νηστεύσαιμεν; Πρὸς ταῦτα τοίνυν φαμὲν, ὡς ἀνεγνωκότες τὰς τῶν ἁγίων ἀποστόλων διαταγὰς, ἐντεταγμένον εὕρομεν· Χρὴ νηστεύειν τὴν ἁγίαν Τεσσαρακοστὴν, ἀρχομένους ἀπὸ δευτέρας, καὶ λήγοντας εἰς Παρασκευὴν, μεθ' ἣν τῆς ἑβδομάδος τοῦ πάθους ἀρχόμεθα. Εἰ τοίνυν δι' ὀκτὰ ἑβδομάδων ἡ Τεσσαρακοστὴ τελειοῦται, μετὰ δὲ ταύτας τῆς τοῦ πάθους ἀρχόμεθα, ἐννέα τὰς πάσας ἑβδομάδας νηστεύειν χρεών. Ὁ μέντοι πολὺς τὴν θείαν γνῶσιν καὶ ἀρετὴν Ἀθανάσιος, ἐν τοῖς ἑορταστικοῖς αὐτοῦ λόγοις ἓξ τὰς τῆς Τεσσαρακοστῆς ἑβδομάδας ἐκφανέστερον ἀπεφήνατο· μεθ' ἃς τῆς τοῦ πάθους ἑβδομάδος προστάττει ἀπάρχεσθαι Ἐξ ὧν ἁπάντων εἰς τοιαύτην κατηντήσαμεν ἔννοιαν, ὅτι νηστεία ἐστὶν οὐ μόνον ἡ παντελὴς ἕωθεν μέχρις ἑσπέρας ἀσιτία, ἀλλὰ καὶ ἡ τινῶν βρωμάτων ἀποχή· νηστεύειν γὰρ οἴνου καὶ κρεῶν λεγόμεθα. Ἐπεὶ τοίνυν κανὼν τῶν ἁγίων ἀποστόλων διατετύπωται, μὴ νηστεύειν Σαββάτῳ καὶ Κυριακῇ, καὶ νηστεύειν τὴν ἁγίαν Τεσσαρακοστὴν, τυχὸν τὰς μὲν πέντε τῆς ἑβδομάδος τὴν παντελῆ ἀσιτίαν νηστεύειν· τὰς δὲ δύο τοῦ Σαββάτου καὶ τῆς Κυριακῆς ἡμέρας τὴν τινῶν βρωμάτων ἀποχὴν προστέταχεν. Ἰστέον γὰρ ὅτι ὡς δύο πόνων προκειμένων ἰσχυρότερος ἐκνικᾷ καὶ προκρίνεται· οἷον νενομοθέτηται περιτομὴ ὀκταήμερος, καὶ ἡ τοῦ Σαββάτου τήρησις. Τὸ τοίνυν Σαββάτῳ γεγεννημένον, τῷ Σαββάτῳ περιτμηθήσεται, καὶ λύει τὸν τοῦ Σαββάτου νόμον ἡ τῆς περιτομῆς νομοθεσία· οὕτω κἀνταῦθα ταῖς πέντε τῆς ἑβδομάδος τὴν μέχρι τῆς ἑσπέρας νηστείαν νομοθετῆσαν διὰ τῶν ὑπηρετῶν τοῦ λόγου τὸ Πνεῦμα τὸ ἅγιον, Σαββάτῳ καὶ τῇ Κυριακῇ τὴν τινῶν βρωμάτων ἀποχὴν διωρίσατο, διὰ τὸ ἐπικρατὲς τῆς ἀναστάσεως, ἣν τὴν Κυριακὴν ἡμέραν οἴδαμεν, καὶ τὴν ὑπὲρ πάντων τῶν προκεκοιμημένων ἁγίων προσφορὰν, ἣν κατὰ πᾶν Σάββατον ἐπιτελεῖν προστετάγμεθα, διὰ τὸ πρὸ τοῦ Πάσχα Σάββατον, ἐν ᾧ τὸν ἰσχυρὸν Χριστὸς ἔδησε, καὶ τὰ τούτου σκεύη διήρπασεν, ὃ μόνον Σάββατον νηστεύειν χρεὼν τοὺς τὴν τῆς ἀναστάσεως χαρὰν ἀναμένοντας. εʹ. Οὕτως τοίνυν καὶ τὴν συνήθειαν τῆς Ἐκκλησίας ἐξ ἀγράφου παραδόσεως ἐπιστάμεθα, μίαν προνήστιμον ἑβδομάδα, ἐν ᾗ μόνων τῶν κρεῶν ἀποχὴ καὶ ἡ μέχρις ἑσπέρας νηστεία ἐπετελεῖτο, μηδαμῶς τρίτης, ἢ ἕκτης, ἢ ἐννάτης, ἢ τῆς τῶν