1

 2

 3

 4

 5

3

ἁγίων προηγιασμένων τελετῆς γενομένης. Ἓξ δὲ, ἐν αἷς αἱ τριτοεκτοεννάται καὶ προηγιασμέναι ἐπιτελοῦνται, ὠῶν τε, καὶ τυροῦ, καὶ τῶν τοιούτων μετὰ τῶν κρεῶν ἀποχαί. Τῇ δὲ τοῦ πάθους ἑβδομάδι ξηροφαγία νενομοθέτητο, οὐ μέντοι προηγιασμένων τελετή· εἶτα τῇ ἁγίᾳ πέμπτῃ ἡ τῶν μυστηρίων τελετὴ, ἐν ᾗ καὶ ἀπήρξατο. Εἶτα τῇ Παρασκευῇ τῇ ἁγίᾳ καὶ φρικτῇ παντελὴς ἀσιτία μέχρι τῆς τοῦ Σαββάτου ἑσπέρας· 95.72 καὶ τῇ μὲν ἑσπέρᾳ τοῦ Σαββάτου, τῶν μὲν λοιπῶν ἐσθιομένων, τῶν κρεῶν οὐ μετέχουσι· τῇ δὲ ἁγίᾳ τῆς ἀναστάσεως Κυριακῇ, τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν κρεῶν μετέχουσιν οἱ βουλόμενοι. ϛʹ. Ταύτην τὴν ἀκολουθίαν ἐφθάσαμεν· οὗτος ὁ κοινὸς ὅρος καὶ νόμος τῆς Ἐκκλησίας, ὃν καὶ ἐν τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει ἐπιτελούμενον οἴδαμεν· τὸ δὲ περισσεύειν ἐν τῷ κακῷ, καὶ ἐπιδαψιλεύσασθαι τὴν ἀρετὴν, οὐκ ἀδόκιμον, οὐδὲ ἀποβλητὸν, ἀλλὰ Θεῷ καὶ ἀνθρώποις εὐάρεστον, τοῖς γε νοῦν ἔχουσιν· οὐ μέντοι ἐκ βίας, ἢ ἐξ ἀνάγκης, πειθοῖ δὲ μᾶλλον, καὶ μάλιστα διὰ τὸ τοῦ καιροῦ δυσχερὲς, καὶ τὴν τῶν πραγμάτων ἀνωμαλίαν. Ἀμφότερα γὰρ νῦν μᾶλλον χρήσιμα καὶ ἀναγκαῖα, τό τε προστιθέναι τῷ καλῷ, καὶ τὸ τῆς βίας ἀπέχεσθαι. Τίς δοίη πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον μίαν ἐπιτελεῖσθαι νηστείαν; Ἀλλ' ἕτερος ὁ τῆς παραινέσεως, καὶ ἕτερος ὁ τῆς νομοθεσίας τρόπος. Ἀρκείτω τὰ νομοθετηθέντα ὑπὸ τοῦ Πνεύματος. Νουθετείσθω ἡ προσθήκη τοῦ ἀγαθοῦ. ζʹ. Ταῦτα μὲν ἡμῖν δοκοῦντα, καὶ πᾶσιν οὕτως περὶ τούτων διαλεγόμεθα· τὰς δὲ περὶ τούτων χρήσεις πρὸς τὸ παρὸν διὰ τὴν τοῦ ἐπιστοληφόρου σπουδὴν, εὐλήπτους οὔσας παρ' ἡμῖν, παρήκαμεν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ· ὁ καταλλάξας ἡμᾶς τῷ ἑαυτοῦ Πατρί· τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, βραβεύσει τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ περιελεῖ τὰ σκάνδαλα, καὶ ἀξιώσει νηστεύειν νηστείαν δεκτὴν, ἣν οὗτος ἐξελέξατο, λύειν στραγγαλιὰς βιαίων συναλλαγμάτων, καὶ διαθρύπτειν πεινῶσι τὸν ἄρτον, τόν τε τοῦ σώματος, καὶ τὸν τῆς ψυχῆς οὐκ ἔλαττον, ὃν λόγον φημὶ σωτήριον, καὶ ποιήσει πνευματικῶς νηστεύειν, καὶ ἐσθίειν, καὶ ἑορτάζειν, πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντας, καὶ φρονοῦντας, καὶ λέγοντας· ἵνα μὴ δι' ἡμᾶς βλασφημῆται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, δοξάζηται δὲ μᾶλλον· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.Τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου, ἐκ τῆς πρὸς Φιλιππησίους Ἐπιστολής.Εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν· τὰς ἑορτὰς μὴ ἀτιμάζετε. Τὴν Τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε· μίμησιν γὰρ περιέχει τῆς τοῦ Κυρίου πολιτείας. Τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· Τετραδοπαρασκευὴν νηστεύοντες, πένησιν ἐπιχορηγεῖτε τὴν περίσσειαν. Εἴ τις Κυριακὴν ἣ Σάββατον νηστεύει, πλὴν ἑνὸς Σαββάτου, οὗτος Χριστοκτόνος ἐστί. 95.73 ∆ιάταξις τῶν ἁγίων Ἀποστόλων. Μεθ' ἧς ἡμῖν φυλακτέα ἡ νηστεία τῆς ἁγίας Τεσσαρακοστῆς, μνήμην περιέχουσα τῆς τοῦ Χριστοῦ πολιτείας τε καὶ νομοθεσίας. Ἐπιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ Πάσχα, ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρουμένη δὲ εἰς Παρασκευήν. Μεθ' ἃς ἀπονηστεύσαντες ἄρξασθε τῆς ἁγίας τοῦ Πάσχα ἑβδομάδος, νηστεύοντες αὐτὴν ἅπαντες μετὰ φόβου καὶ τρόμου. Προσευχόμενοι ἐν αὐτῇ περὶ τῶν ἀπολλυμένων, ἐν ᾗ ἤρξατο τὴν κατὰ τοῦ Κυρίου βουλὴν ποιεῖσθαι. Παρήγγειλε γὰρ ἡμῖν αὐτὸς νηστεύειν τὰς ἓξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων δυσσέβειαν. Τοῦ ἁγίου Βασιλείου, ἐκ τοῦ κατὰ μεθυόντων λόγου. Εἰ γὰρ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τὸ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νηστείας