1

 2

 3

 4

 5

4

ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος. Ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν, γυναῖκες ἀκόλαστοι ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἴκοις. Τοῦ Χρυσοστόμου, ἐκ τοῦ Πρὸς τῷ τέλει τῆς νηστείας λόγου. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἐὰν τοίνυν παρέλθῃ τὸ Πάσχα τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω. Τοῦ ἁγίου Ἀναστασίου πατριάρχου, Κωνσταντινουπόλεως, ἐκ τῆς Ἐγκυκλίου. Τὸ μέντοι ἅγιον Πάσχα τῆς ἑνδεκάτης Ἰνδικτίωνος σὺν Θεῷ ἐπιτελοῦμεν· κατὰ μὲν Αἰγυπτίους, μηνὸς Φαρμουθὶ εἰκάδι πέμπτῃ· κατὰ δὲ Ῥωμαίους, μηνὸς Ἀπριλλίου εἰκάδι, πρὸ δεκαδύο καλανδῶν Μαΐων· ἀρχόμενοι τῆς νηστείας τῶν ἑπτὰ ἑβδομάδων ἐξ αὐτῆς δευτέρας ἡμέρας, κατὰ μὲν Αἰγυπτίους, ὀγδόῃ τοῦ Φανεμὼθ μηνός· κατὰ δὲ Ῥωμαΐους Μαρτίου τρίτῃ. Τοῦ ἁγίου Ἐπιφανίου Κύπρου, ἐκ τοῦ εἰς Μοναχούς. Τὴν Τεσσαρακοστὴν τῆς ἁγίας Ἐκκλησίας, καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου Πάσχα παρατετηρημένως φυλάττετε. 95.76 Ἰωάννου ἐπισκόπου Ἀθηνῶν. Ἵνα διὰ τῆς σεπτῆς ἑπτάδος τῶν νηστειῶν ἀσφαλῆ τε καὶ ἀκατάπτωτον τὴν διέξοδον ὑποπτεύσωμεν. Ἡ ἑβδομὰς γὰρ ἀεὶ στρεφομένη τε καὶ συννεύουσα, καὶ οἷον ἐκ τ' αὐτοῦ περὶ ταυτὸ σημεῖον εἰλουμένη καὶ περιπολίζουσα, τὸν ἑβδοματικὸν ἡμῖν αἰῶνα συμπερατοῖ. Τοῦ ἁγίου Ἀναστασίου πατριάρχου Θεουπόλεως, ἤγουν Ἀντιοχείας Συρίας. ∆εῦρο δὴ κατανοήσωμεν, ὅτου χάριν ἑπτὰ ἑβδομάσιν ἡ τεσσαρακονθήμερος τελεῖται νηστεία. Οὐδαμῶς μὲν ἐξισταμένη τοῦ εἶναι Τεσσαρακοστὴ, προσλαμβάνουσα δὲ καὶ ἑτέραν μυστικὴν ἀστειότητα· ἄρτιος μὲν γὰρ, καὶ πανίερος διαπέφηνεν ὁ ἑπτὰ ἀριθμὸς, καὶ μᾶλλον κεχαρίτωκε τῶν ἱερῶν ἡμῖν ἀγώνων τὰς ἡμέρας, ἑπτάκις διὰ τῶν ἑπτὰ ἑβδομάδων τελούμενος. Τοῦ ἁγίου Πέτρου πατριάρχου Ἱεροσολύμων. Νηστείας δὲ ἐπιμνησθέντες εὐκαιρότατα, κἀκεῖνα πρὸς ὑμᾶς εἴποιμεν ἂν, ὡς Θεοῦ χάριτι, τῆς νενομισμένης ἀπαρξώμεθα νηστείας, τῶν ἑπτὰ ἑβδομάδων, ἀπὸ τῆς ἑβδόμης τοῦ Φεβρουαρίου μηνὸς, τὴν τοῦ σωτηρίου Πάθους, καὶ τῆς Χριστοῦ Ἀναστάσεως ἐπιτελοῦντες πανήγυριν, τῇ εἰκάδι ἑβδόμῃ τοῦ λεγομένου Μαρτίου μηνός. Ἀπόδειξις, ὅτι ὀκτὼ λέγουσιν ἑβδομάδας τῶν ἁγίων οἱ αἱρετικοὶ πάντες νηστειῶν, ληροῦντες οὕτως. Χρήσεις Σευήρου τοῦ Ἀκεφάλου καὶ αἱρεσιάρχου, καὶ Ἕλληνος, γενομένου ἀρχιεπισκόπου Ἀντιοχείας τῆς Συρίας, ἐκ τῶν ἐνθρονιαστικῶν αὐτοῦ λόγων, εἰς τὴν τῶν νηστειῶν Τεσσαρακοστήν· ἐλέχθη δὲ τῇ πρὸ αὐτῆς Παρασκευῇ, ἐν τῇ Κασιανοῦ Ἐκκλησίᾳ· οὗ ἡ ἀρχή· Νόμος ἐστὶ καὶ ἐπὶ τῶν σωματικῶν παλαισμάτων· καὶ ἐν τῷ μέσῳ τοῦ λόγου· «Οἱ γὰρ τὰς πέντε αἰσθήσεις, δι' ὧν ἡ ἁμαρτία λαμβάνει παρείσδυσιν· ἀκοὴν, φημὶ, καὶ ὅρασιν, καὶ ἁφὴν, καὶ γεῦσιν καὶ ὄσφρησιν· ὀκτάκις καθαίροντες, τεσσαράκοντα ἡμέρας νηστεύουσιν, ἵνα τῆς μακαρίας ἐκείνης ἡμέρας τύχωσι τῆς ὀγδόης καὶ πρώτης. Ὁ γὰρ πέντε ἀριθμὸς ὀκτάκις ἐνελιττόμενος, τὸν τῶν τεσσαράκοντα ἡμερῶν ἀριθμὸν ἐκτελεῖ.» Τοῦ αὐτοῦ, ἐκ τῆς βίβλου τῶν ὑποσημειωθέντων ἰδιοχείρως διαφόρων κεφαλαίων· ὑποσημείωσις δευτέρα ἐστὶν αὕτη. Ὅτι δεῖ τὰς τεσσαράκοντα ἡμέρας ἀπαραλείπτως νηστεύειν· αἵ τινες ἐκ τῶν ὀκτὼ ἑβδομάδων συνάγονται· ἑκάστης ἑβδομάδος τῶν δύο ἡμερῶν, λέγω δὴ Σαββάτου καὶ Κυριακῆς, τῇ ἀναπαύσει προσκεκληρωμένων· ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτιπερ οὐ χρὴ ἐν Σαββάτῳ καὶ Κυριακῇ νηστεύειν, οὐδὲ ἐν τῇ ἁγίᾳ τῶν νηστειῶν Τεσσαρακοστῆ. 95.77 Τοῦ καταράτου καὶ θεοστυγοῦς Βενιαμὶν, γενομένου ψευδεπισκόπου Ἀλεξανδρείας Αἰγύπτου, τῆς κακίστης συνωρίδος τυγχάνοντος ∆ιοσκόρου καὶ Σευήρου, ἐκ τοῦ τετάρτου βιβλίου τῶν ἑορταστικῶν αὐτοῦ, ψευδεορταστικῇ τριακοστῇ, ἧς ἡ ἀρχή· «Φαιδρὰ καὶ ἀξιάγαστος.»