1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

290

τοῦ ∆αυῒδ συνετώτερον ἦν, ἀνθρώπου λέγοντος, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι; ἀλλ' ὅτε τὴν τοῦ στρατιώτου γυναῖκα οἶδεν ὀφθαλμοῖς ἀδίκοις, τότε, ὅπερ ἐπὶ τῆς θαλάττης τῆς μαινομένης τοὺς ἐμπλέοντας πάσχειν ἔλεγε, Πᾶσα ἡ σοφία αὐτοῦ κατεπόθη· καὶ ἑτέρων ἐδεῖτο τῶν διορθωσόντων, καὶ οὐδὲ ᾐσθάνετο οἵων κακῶν ἦν ἐντός. ∆ιὸ καὶ θρηνῶν τὰ ἁμαρτήματα αὐ- τοῦ ἔλεγεν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. δʹ. Οὐ τοίνυν ἔχει νοῦν ὁ ἁμαρτάνων· μεθύει γὰρ καὶ ἐσκότωται. Μὴ δὴ ταῦτα λέγε, μηδὲ προστίθει ἐκεῖνο, ὅτι Οὐδέν μοι μέλει· Ἕκαστος γὰρ τὸ ἴδιον φορίον βαστάσει. Καὶ γὰρ καὶ σοὶ μέγιστον ἔγκλημα φύεται, ὅτι πεπλανημένον ἰδὼν οὐκ ἀνέστησας. Εἰ γὰρ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ κατὰ τὸν Ἰουδαίων νόμον παρορᾷν οὐ χρὴ, ὁ μὴ ὑποζύγιον μηδὲ ἐχθροῦ ψυχὴν ἀπολλυμένην περιορῶν, ἀλλὰ φίλου, ποίαν ἕξει συγ- γνώμην; Οὐδὲ γὰρ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ νοῦν ἔχειν ἐκεῖνον· ἐπεὶ καὶ ἡμεῖς πολλὰ πολλάκις παραι- νέσαντες, ἑαυτοῖς οὐκ ἠρκέσαμεν, οὐδὲ ἐγενόμεθα χρήσιμοι. Τοῦτο τοίνυν καὶ περὶ ἐκείνου σκόπει τοῦ πλημμελοῦντος, ὅτι εἰκὸς αὐτὸν παρὰ σοῦ μᾶλλον, ἢ παρ' ἑαυτοῦ δέξασθαι συμβουλίαν ἀρίστην, καὶ μὴ λέγε· Τί δέ μοι μέλει τούτων; Φοβήθητι τὸν πρῶτον εἰρηκότα τὸ ῥῆμα τοῦτο· τὸ γὰρ, Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; εἰς ταυτὸν φέρει τούτῳ· ἐντεῦθεν τὰ κακὰ τίκτεται πάντα, ὅτι τὰ τοῦ σώματος τοῦ ἡμε- τέρου ἀλλότρια ἡγούμεθα εἶναι. Τί φής; οὐδέν σοι μέλει τοῦ ἀδελφοῦ; Ἀλλὰ τίνι μελήσει; τῷ ἀπίστῳ, τῷ ἐπιχαίροντι καὶ ὀνειδίζοντι καὶ ἐναλλομένῳ; 61.379 ἀλλὰ τῷ διαβόλῳ, τῷ ὠθοῦντι καὶ ὑποσκελίζοντι; Καὶ πόθεν τοῦτο; Ὅτι οὐκ ἀνύω, φησὶ, λέγων καὶ συμβουλεύων τὰ δέοντα. Πόθεν δὲ δῆλον ὅτι οὐκ ἀνύσεις; καὶ γὰρ τοῦτο πάλιν ἐσχάτης ἀνοίας, ἐν ἀδήλῳ τοῦ τέλους κειμένου, ῥᾳθυμίας ὡμολογημένης ἐγκλήματα δέχεσθαι. Καίτοι ὁ Θεὸς τὰ μέλλοντα προειδὼς, πολλάκις εἶπε, καὶ οὐκ ἤνυσε, καὶ οὐδὲ οὕτως ἀπέστη, καὶ ταῦτα εἰδὼς, ὅτι οὐ μέλλει πείθειν. Εἰ δὲ ὁ προειδὼς ὅτι οὐδὲν πλέον ποιήσει, τοῦ διορ- θοῦν οὐκ ἀφίσταται, τίνα ἕξεις ἀπολογίαν ὁ ἀγνοῶν τὸ μέλλον παντελῶς, καὶ ἐκλυόμενος καὶ ναρκῶν; Καὶ γὰρ πολλάκις ἐπιχειρήσαντες ἤνυσαν πολλοί· καὶ ὅτε μάλιστα ἀπέγνωσαν, τότε μάλιστα ἐπέτυχον. Ἂν δὲ καὶ μηδὲν ποιήσῃς πλέον, τὸ σαυτοῦ πεποίηκας. Μὴ τοίνυν ἀπάνθρωπος γίνου, μήτε ἀνηλεὴς, μήτε ὀλίγωρος. Ὅτι γὰρ ὠμότητος ταῦτα τὰ ῥήματα καὶ ῥᾳθυμίας, δῆλον ἐκεῖθεν. Τίνος γὰρ ἕνεκεν, ἑνὸς τῶν μελῶν τοῦ σώματός σου κάμνοντος, οὐ λέγεις· Τί μοι μέλει, καὶ πόθεν δῆλον, ὅτι εἰ ἐπιμελείας τυγ- χάνει, ὑγιαίνει; ἀλλὰ πάντα ποιεῖς, ἵνα κἂν μηδὲν ὠφελήσῃς, μὴ ἔχῃς ἐγκαλεῖν σεαυτῷ, ὅτι τῶν ὀφει- λόντων γενέσθαι τι παρελείφθη. Εἶτα τῶν μὲν τοῦ σώματος οὕτω φροντιοῦμεν μελῶν, τῶν δὲ τοῦ Χριστοῦ ἀμελήσομεν; καὶ ποῦ ταῦτα συγγνώ- μης ἄξια; Εἰ γάρ σε μὴ κατακάμπτω λέγων, ὅτι Τοῦ μέλους σου φρόντισον, ἵνα κἂν τῷ φόβῳ γένῃ βελτίων, τοῦ σώματος ἀναμιμνήσκω σε τοῦ Χριστοῦ. Πῶς γὰρ οὐ φρίκης ἄξιον σηπομένην αὐτοῦ τὴν σάρκα ὁρᾷν, καὶ περιορᾷν; Καὶ εἰ μὲν οἰκέτην ἔχοις ἢ ὄνον σηπεδόνα ἔχοντα, οὐκ ἂν ἀνάσχοιο περιιδεῖν· τὸ δὲ σῶμα τοῦ Χριστοῦ ψώρας ὁρῶν ἐμπεπλησμένον, παρατρέχεις; καὶ οὐχ ἡγῇ ταῦτα μυρίων ἄξια εἶναι κεραυνῶν; ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, διὰ τὴν ἀπανθρωπίαν ταύτην, διὰ τὴν ῥᾳθυμίαν. ∆ιὸ δὴ, παρακαλῶ, ταύτην ἐκβάλωμεν τὴν ὠμότητα· πρόσελθε ἐκείνῳ τῷ συνοικοῦντι τῇ παρθένῳ, καὶ εἰπὲ μικρὸν ἐγκώμιον τοῦ ἀδελφοῦ, ἀπὸ τῶν ἄλλων ὧν ἔχει πλεονεκτημάτων αὐτὸ συντιθείς· καὶ ὥσπερ ὕδατι θερμῷ περικλύζων τοῖς ἐπαίνοις, οὕτω χάλασον αὐτοῦ τὸν ὄγκον τοῦ τραύματος· ταλάνισον καὶ σαυτὸν, κατηγόρησον τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους, δεῖξον ὅτι πάντες ἐν ἁμαρτήμασι τυγχάνομεν, αἴτησον συγγνώμην, εἰπὼν, ὅτι μείζοσι σαυτοῦ πράγμασιν ἐπιχειρεῖς, ἀλλ' ἡ ἀγάπη πάντα πείθει τολμᾷν. Εἶτα συμβουλεύων, μὴ ἐπιτακτικῶς, ἀλλ' ἀδελφικῶς τοῦτο ποίει· καὶ τούτοις πᾶσι χαλάσας τὴν φλεγμονὴν,