282
τούτου διαλέγεται. Καίτοι γε καὶ ὑπὲρ τούτων διελέχθη πρὸς αὐτοὺς ἔμπροσθεν, ὅτε ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείρα- μεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; καὶ, Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἀλλ' ἐπειδὴ ᾔδει τοῦ κατορθώ- ματος τὸ μέγεθος, οὐ παραιτεῖται καὶ τῷ τέλει τῆς Ἐπιστολῆς αὐτὸ προσθεῖναι. Λογίαν δὲ τὴν συλλογὴν καλεῖ, ἐκ προοιμίων εὐθέως κοῦφον τὸ πρᾶγμα ποιῶν· ὅταν γὰρ ἐξ ἁπάντων συνεισφέρηται, ἑκάστῳ κοῦφον γίνεται τὸ ἐπίταγμα. Εἰπὼν δὲ περὶ τῆς συλ- λογῆς, οὐκ εὐθέως εἶπεν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων· καίτοι γε τὸ ἀκόλουθον τοῦτο ἦν· ἀλλὰ πρῶτον εἰπὼν, Καθὼς διέταξα ταῖς Ἐκ- κλησίαις τῆς Γαλατίας, τότε τοῦτο ἐπήγαγεν, εἰς ζῆλον αὐτοὺς τῇ διηγήσει τῶν ἑτέροις κατορθουμέ- νων ἄγων, καὶ ἐν τάξει διηγήματος αὐτὸ θείς· ὃ καὶ Ῥωμαίοις ἐπιστέλλων ἐποίησε. Καὶ γὰρ ἐκείνοις δο- 61.368 κῶν διηγεῖσθαι τὴν πρόφασιν τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἀποδημίας, οὕτω τὸν περὶ ἐλεημοσύνης ἐμβάλλει λό- γον, λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις. Εὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Ἀλλ' ἐκείνους μὲν διὰ Μακε- δόνων καὶ Κορινθίων, τούτους δὲ διὰ Γαλατῶν προ- τρέπει. Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλη- σίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Καὶ γὰρ ᾐσχύνοντο λοιπὸν ἐλάττους Γαλατῶν φανῆ- ναι. Καὶ οὐκ εἶπε, Παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ, ∆ιέταξα, ὅπερ αὐθεντικώτερον. Καὶ οὐ παρ- άγει μίαν πόλιν καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον ἔθνος· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων ποιεῖ, λέγων· Καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων. Εἰ γὰρ πρὸς δογμάτων πίστιν τοῦτο ἰσχυρὸν, πολλῷ μᾶλλον πρὸς ἔργων μίμησιν. Τί οὖν διέταξας, εἰπέ μοι; Κατὰ μίαν σαββάτου, τουτέστι, Κυρια- κὴν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρί- ζων ὅ τι ἂν εὐοδῶται. Ὅρα πῶς καὶ ἀπὸ τοῦ και- ροῦ προτρέπει· καὶ γὰρ ἡ ἡμέρα ἱκανὴ ἦν ἀγαγεῖν εἰς ἐλεημοσύνην. Ἀναμνήσθητε γὰρ, φησὶ, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέ- ρας ἐν ταύτῃ γέγονεν. Οὐ ταύτῃ δὲ μόνον ἐπι- τήδειος ὁ καιρὸς εἰς προθυμίαν φιλανθρωπίας, ἀλλ' ὅτι καὶ ἄνεσιν ἔχει καὶ πόνων ἀτέλειαν. Ψυχὴ γὰρ ἀφιεμένη μόχθων, εὐκολωτέρα καὶ ἐπιτηδειοτέρα πρὸς τὸ ἐλεεῖν γίνεται. Μετὰ δὲ τούτων καὶ τὸ μυ- στηρίων ἐν αὐτῇ κοινωνεῖν οὕτω φρικτῶν καὶ ἀθανά- των πολλὴν ἐντίθησι προθυμίαν. Ἐν αὐτῇ τοίνυν ἕκαστος ὑμῶν, οὐχ ἁπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' εἷς ἕκαστος, κἂν πένης ᾖ, κἂν πλούσιος, κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν δοῦλος, κἂν ἐλεύθερος, παρ' ἑαυ- τῷ τιθέτω θησαυρίζων. Οὐκ εἶπεν, Εἰς τὴν ἐκκλη- σίαν φερέτω, ἵνα μὴ διὰ τὸ μικρὸν αἰσχύνωνται, ἀλλὰ ταῖς κατ' ὀλίγον συναγωγαῖς αὐξήσας τὴν εἰσ- φορὰν, τότε δεικνύτω ἐμοῦ παραγενομένου. Τέως δὲ παρὰ σαυτῷ τίθει, φησὶ, καὶ ποίησόν σου τὴν οἰκίαν ἐκκλησίαν, τὸ κιβώτιον γαζοφυλάκιον· γενοῦ φύλαξ χρημάτων ἱερῶν, αὐτοχειροτόνητος οἰκονόμος πενή- των. Ἡ φιλανθρωπία ταύτην σοι δίδωσι τὴν ἱερω- 61.369 σύνην. Τούτου σύμβολόν ἐστι καὶ τὸ γαζοφυλάκιον νῦν. Ἀλλὰ τὸ μὲν σύμβολον μένει, τὸ δὲ ἔργον οὐ- δαμοῦ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν συνεδρευόντων πάλιν ἡμῖν ἐγκαλέσουσιν, ὅταν ὑπὲρ τούτων διαλε- γώμεθα λέγοντες· Μὴ, παρακαλῶ, μὴ γίνου φορτι- κὸς καὶ ἐπαχθὴς τοῖς ἀκούουσιν· ἐπίτρεψον τῇ προ- αιρέσει, δὸς τῇ γνώμῃ τῶν ἀκουόντων· ὡς νῦν γε καταισχύνεις ἡμᾶς, ἐρυθριᾷν ποιεῖς· ἀλλ' οὐκ ἀν- έχομαι τούτων τῶν λόγων. Οὐδὲ γὰρ Παῦλος ᾐσχύνετο ὑπὲρ τοιούτων συνεχῶς ἐνοχλῶν, καὶ προσαιτούντων φθεγγόμενος ῥήματα. Εἰ μὲν γὰρ τοῦτο ἔλεγον, ὅτι Ἐμοὶ δὸς καὶ εἰς τὴν ἐμὴν κατάθες οἰκίαν, ἴσως ἂν αἰσχύνης ἦν τὸ λεγόμενον· μᾶλλον δὲ οὐδὲ τότε· Οἱ γὰρ τῷ θυσιαστηρίῳ, φησὶ, προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται. βʹ. Πλὴν ἀλλ' ἴσως ἄν τις ἐπετίμησεν, ὡς ὑπὲρ ἑαυ- τοῦ ποιουμένῳ τὸν λόγον· νῦν δὲ ὑπὲρ τῶν δεομένων τὴν ἱκετηρίαν τίθημι, μᾶλλον δὲ οὐχ ὑπὲρ τῶν δεομέ- νων, ἀλλ' ὑπὲρ ὑμῶν τῶν