1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

265

τὸ οἰκεῖον σῶμα πεῖσαί τινας μισεῖν. Ὅταν γὰρ εἴπῃ, ὅτι τοῦ διαβό- λου ἐστὶν, οὐδὲν ἄλλο κατασκευάζει, ἢ τοῦτο· ὅπερ ἐσχάτης ληρωδίας ἐστίν. Εἰ γὰρ τοῦ διαβόλου ἐστὶ, τίς ἡ τοσαύτη συμφωνία, ὡς ἐπιτήδειον αὐτὸ πάντο- θεν εἰς τὰς τῆς φιλοσόφου ψυχῆς ἐνεργείας κατα- σκευάσαι; Καὶ εἰ ἐπιτήδειον, φησὶ, πῶς αὐτὴν τυ- φλοῖ; Οὐχὶ τὸ σῶμά ἐστι τὸ τυφλοῦν τὴν ψυχὴν, ἄπαγε, ἄνθρωπε, ἀλλ' ἡ τρυφή. Τῆς δὲ τρυφῆς πόθεν ἐφιέμεθα; Οὐ παρὰ τὸ σῶμα ἔχειν, οὐδαμῶς, ἀλλὰ παρὰ προαίρεσιν πονηράν. Τὸ γὰρ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς, τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν. Οὐδὲ γὰρ ψυχῇ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ πολέμιον ἡ τρυφή. Καὶ γὰρ ἀσθενέστερον ἀντὶ ἰσχυ- ροῦ γίνεται, καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου, καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον ἀντὶ ἀνειμένου, καὶ ἄχρη- στον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ καὶ νωθρὸν ἀντὶ ταχέος, καὶ χωλὸν ἀντὶ ἀρτίου. Καίτοι εἰ τοῦ διαβό- λου ἦν, οὐκ ἐχρῆν ὑπὸ τῶν αὐτοῦ παραβλάπτεσθαι, τῆς κακίας λέγω. Ἀλλ' οὔτε τὸ σῶμα, οὔτε τὰ σιτία, τοῦ διαβόλου, ἀλλ' ἡ τρυφὴ μόνη. ∆ιὰ γὰρ ταύτης τὰ μυρία ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνύει κακά· οὕτω δῆμον ὁλόκληρον ἐξετραχήλισεν· Ἐλιπάνθη 61.346 γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ Σοδόμοις δὲ ἐν- τεῦθεν ἡ ἀρχὴ τῶν κεραυνῶν ἐκείνων ἐγένετο. Καὶ τοῦτο δηλῶν ὁ Ἰεζεκιὴλ ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ἐν ὑπερηφανίᾳ καὶ ἐν πλη- σμονῇ ἄρτων καὶ ἐν εὐθηνίαις ἐσπατάλων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί δήποτε; Ὅτι ὥσπερ τάφον τὸ σῶμα περιφέρει μυρίοις συνδεδεμένον κακοῖς. Εἰ δὲ τὸ σῶμα οὕτως ἀπόλλυται, πῶς ἡ ψυχὴ διακείσεται, πόσου θορύβου, πόσων κυμάτων, πόσης ζάλης ἀνά- πλεως ἔσται; ∆ιά τοι τοῦτο πρὸς πάντα ἄχρηστος γίνεται καὶ οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι, οὔτε βουλεύ- σασθαι, οὔτε τι πρᾶξαι τῶν δεόντων ῥᾳδίως δυνή- σεται· ἀλλ' ὥσπερ κυβερνήτης, χειμῶνος κρατή- σαντος τῆς τέχνης, αὐτῷ τῷ πλοίῳ καὶ τοῖς ἐπι- βάταις ὑποβρύχιος γίνεται· οὕτω καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος εἰς τὴν χαλεπὴν τῆς ἀναισθησίας κα- ταποντίζεται ἄβυσσον. Καὶ γὰρ καθάπερ μύλην τινὰ τὴν γαστέρα ἡμῖν ἐνέθηκεν ὁ Θεὸς, σύμμετρον αὐτῇ δύναμιν δοὺς, καὶ τάξας μέτρον ῥητὸν, ὅπερ αὐτὴν ἀλεῖν δεῖ καθ' ἑκάστην ἡμέραν. Ἂν οὖν τις ἐπιβάλῃ πλείονα, ἀκατέργαστα γενόμενα τῷ παντὶ λυ- μαίνεται. Ἐντεῦθεν νόσοι καὶ ἀσθένειαι καὶ ἀμορ- φίαι· καὶ γὰρ οὐκ ἐπίνοσον μόνον, ἀλλὰ καὶ αἰσχρὰν ποιεῖ ἡ τρυφὴ τὴν καλήν. Ὅταν γὰρ ἐρεύγηται συνεχῶς ἀηδῆ, καὶ σεσηπότος οἴνου πνέῃ, καὶ πλέον τοῦ δέοντος ἐρυθαίνηται, καὶ τὸν προσήκοντα γυναικὶ ῥυθμὸν διαφθείρῃ, καὶ τὴν εὐκοσμίαν ἀπολέσῃ πᾶ- σαν, καὶ πλαδαρὰ μὲν ἡ σὰρξ γίνηται, ὕφαιμοι δὲ καὶ διατεταμέναι αἱ βλεφαρίδες, καὶ πάχος πλέον τοῦ δέοντος, καὶ πολυσαρκία περιττή· ἐννόησον πόση γίνεται ἐντεῦθεν ἀηδία. Ἐγὼ δὲ καὶ ἰατρῶν ἤκουσα λεγόντων, ὅτι πολλοὺς καὶ πρὸς ὕψος ἀναδρα- μεῖν ἡ τρυφὴ μάλιστα ἐκώλυσε. Τοῦ γὰρ πνεύματος ἐγκοπτομένου τῷ πλήθει τῶν καταβαλλομένων καὶ περὶ τὴν τούτων ἐργασίαν ἀσχολουμένου, ὅπερ εἰς αὔξησιν ἔδει προχωρεῖν, τοῦτο δαπανᾶται εἰς τὴν τῶν περιττῶν ἐργασίαν. Τί ἄν τις εἴποι τὰς ποδαλ- γίας, τὸ ῥεῦμα τὸ πανταχοῦ πλανώμενον, τὰς ἄλλας νόσους τὰς ἐντεῦθεν, τὴν βδελυρίαν ἅπασαν; Οὐδὲν γὰρ οὕτως ἀηδὲς, ὡς γυνὴ πολλὰ σιτουμένη. ∆ιὰ τοῦτο ἐν ταῖς πενομέναις πλείονα τὴν εὐμορφίαν ἴδοι τις ἂν, τῶν περιττωμάτων ἀναλισκομένων καὶ οὐχὶ προσπεπλασμένων αὐταῖς, πηλοῦ τινος περιττοῦ δίκην, εἰκῆ καὶ μάτην. Ἡ γὰρ καθημερινὴ γυμνασία καὶ οἱ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ ἡ σύμμετρος τράπεζα καὶ ἡ λιτὴ δίαιτα πολλὴν μὲν αὐταῖς τὴν εὐεξίαν, πολλὴν δὲ ἐντεῦθεν καὶ τὴν ὥραν παρέχου- σιν. Εἰ δὲ τὴν ἡδονὴν τῆς τρυφῆς λέγοις, μέχρι τῆς φάρυγγος αὐτὴν εὑρήσεις μόνον. Ὁμοῦ τε γὰρ τὴν γλῶτταν παρῆλθε καὶ ἀπέπτη,