1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

116

ἀλλ' ὅπερ ἔφην, θέλων δεῖξαι ὅτι οὐδὲν πλέον γίνεται τῷ ἐλευθέρῳ γενομένῳ, φησί· Κἂν κύριος ᾖς τοῦ ἐλευθερωθῆναι, μένε δουλεύων μᾶλλον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει· Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι τοῦ Χριστοῦ. Ἐν γὰρ τοῖς κατὰ Χριστὸν, φησὶν, ἀμφότεροι ἴσοι· ὁμοίως γὰρ καὶ σὺ τοῦ Χριστοῦ δοῦλος, ὁμοίως καὶ ὁ δεσπότης ὁ σός. Πῶς οὖν ὁ δοῦλος ἀπελεύθερος; Ὅτι ἠλευθέρωσέ σε οὐ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας μένοντα δοῦλον. Οὐ γὰρ ἀφίησιν εἶναι δοῦλον τὸν δοῦλον, οὐδὲ ἄνθρωπον μένοντα ἐν δουλείᾳ· τοῦτο γάρ ἐστι τὸ θαυμαστόν. Καὶ πῶς ἐλεύθερός ἐστιν ὁ δοῦλος, μένων δοῦλος; Ὅταν παθῶν ἀπηλλαγμένος ᾖ καὶ τῶν τῆς ψυχῆς νοσημάτων, ὅταν χρημάτων καταφρονῇ καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν. Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι. Καὶ πῶς ὁ δοῦλος ὢν, οὐκ ἔστι δοῦλος; Ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, ὅταν μὴ ὑποκρίνηται μηδὲ κατ' ὀφθαλμοδουλείαν ἀνθρώπων τι πράττῃ· τουτέστι, δουλεύοντα ἀνθρώποις ἐλεύθερον εἶναι. Ἢ πῶς πάλιν ἐλεύθερός τις ὢν, γίνεται δοῦλος; Ὅταν διακονῆται ἀνθρώποις πονηράν τινα διακονίαν ἢ διὰ γαστριμαργίαν, ἢ διὰ χρημάτων ἐπιθυμίαν, ἢ διὰ δυναστείαν. Ὁ γὰρ τοιοῦτος πάντων ἐστὶ δουλικώτερος, κἂν ἐλεύθερος ᾖ. Σκόπει δὲ ταῦτα ἀμφότερα· ∆οῦλος ἦν ὁ Ἰωσὴφ, ἀλλ' οὐκ ἀνθρώπων δοῦλος· διὸ καὶ ἐν τῇ δουλείᾳ πάν 61.157 των ἐλευθέρων ἐλευθερώτερος ἦν. Τῇ δεσποίνῃ γοῦν οὐκ εἶξεν, εἰς ἅπερ ἠθέλησεν ἡ κεκτημένη. Πάλιν ἐλευθέρα ἦν ἐκείνη, καὶ πάντων ἦν δουλικωτέρα, τὸν θεράποντα κολακεύουσα καὶ παρακαλοῦσα· ἀλλ' οὐκ ἔπεισε τὸν ἐλεύθερον, ὃ μὴ ἠθέλησε, ποιῆσαι. Οὐκ ἄρα δουλεία τὸ πρᾶγμα ἦν, ἀλλ' ἐλευθερία ἡ ἀνωτάτω. Τί γὰρ ἐνεποδίσθη πρὸς ἀρετὴν ἐκεῖνος ἀπὸ τῆς δουλείας; Ἀκουέτωσαν δοῦλοι καὶ ἐλεύθεροι· Τίς ἐδούλευσεν; ὁ ἀξιούμενος, ἢ ἡ ἀξιοῦσα; ἡ παρακαλοῦσα, ἢ ὁ καταφρονῶν ἱκετευούσης; Καὶ γὰρ εἰσὶν ὄροι δούλων παρὰ τοῦ Θεοῦ κείμενοι· καὶ μέχρι ποῦ δεῖ φυλάττειν αὐτοὺς, καὶ τοῦτο νενομοθέτηται, καὶ ὑπερβαίνειν αὐτοὺς οὐ χρή. Ὅταν γὰρ μηδὲν ὁ δεσπότης ἐπιτάττῃ τῶν μὴ δοκούντων τῷ Θεῷ, ἕπεσθαι δεῖ καὶ πείθεσθαι· περαιτέρω δὲ μηκέτι· οὕτω γὰρ ὁ δοῦλος ἐλεύθερος γίνεται. Ἂν δὲ περαιτέρω προΐῃς, κἂν ἐλεύθερος ᾖς, ἐγένου δοῦλος. Τοῦτο γοῦν αἰνίττεται λέγων· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Εἰ δὲ μὴ τοῦτο, ἀλλ' ἐκέλευσε καταλιμπάνειν δεσπότας, καὶ ἐλευθέρους φιλονεικεῖν γίνεσθαι, πῶς παρῄνει λέγων· Ἕκαστος ἐν τούτῳ μενέτω, ἐν ᾧ ἐκλήθη; καὶ ἀλλαχοῦ, Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, καὶ μὴ καταφρονείτωσαν οἱ πιστοὺς ἔχοντες δεσπότας, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι; Καὶ Ἐφεσίοις δὲ καὶ Κολασσαεῦσιν ἐπιστέλλων, τὰ αὐτὰ διατάττεται καὶ νομοθετεῖ. Ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἀναιρεῖ τὴν δουλείαν, ἀλλὰ τὴν ἀπὸ τῆς κακίας καὶ ἐλευθέροις γινομένην, ἥπερ ἐστὶ χαλεπωτάτη, κἂν ἐλεύθερός τις ὢν αὐτῇ δουλεύῃ. Τί γὰρ ἀπώναντο οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ἐλεύθεροι ὄντες; οὐχὶ πάντων ἦσαν τῶν δούλων δουλικώτεροι, καὶ πρὸς τὸν πατέρα ψευδόμενοι, καὶ πρὸς τοὺς ἐμπόρους τὰ μὴ ὄντα λέγοντες, καὶ πρὸς τὸν ἀδελφόν; Ἀλλ' οὐκ ὁ ἐλεύθερος τοιοῦτος, ἀλλὰ πανταχοῦ καὶ ἐν πᾶσιν ἀληθής· καὶ οὐδὲν αὐτὸν δουλώσασθαι ἠδυνήθη, οὐ δεσμὸς, οὐ δουλεία, οὐ δεσποίνης ἔρως, οὐ τὸ ἐν ἀλλοτρίᾳ εἶναι· ἀλλ' ἔμενεν ἐλεύθερος πανταχοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλευθερία, ὅταν καὶ ἐν δουλείᾳ διαλάμπῃ. εʹ. Τοιοῦτον ὁ Χριστιανισμός· ἐν δουλείᾳ ἐλευθερίαν χαρίζεται. Καὶ καθάπερ τὸ φύσει ἄτρωτον σῶμα, τότε δείκνυται ἄτρωτον, ὅταν δεξάμενον βέλος μηδὲν πάθῃ δεινόν· οὕτω καὶ ὁ ἀκριβῶς ἐλεύθερος τότε φαίνεται, ὅταν καὶ δεσπότας ἔχων μὴ δουλωθῇ. ∆ιὰ τοῦτο κελεύει δοῦλον μένειν. Εἰ δ' οὐ δυνατὸν δοῦλον ὄντα εἶναι Χριστιανὸν, οἷον χρὴ, πολλὴν τῆς εὐσεβείας ἀσθένειαν κατηγοροῦσιν Ἕλληνες· ὥσπερ, ἂν