1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

40

τούτου τὸν ἄμετρον ἐπέσχε θυμὸν καὶ τὴν ἄφατον ὀργὴν ἔσβεσεν, ὡς κερασθῆναι συμμέτρως τὴν τιμωρίαν; Τοῦτο καὶ ἐν τῷ δεσμωτηρίῳ συμβὰν ἴδοι τις ἄν. ∆εθῆναι μὲν γὰρ αὐτὸν συνεχώρησε καὶ μετὰ τῶν καταδίκων εἶναι, τῆς δὲ τοῦ δεσμοφύλακος ἀπηνείας ἐξήρπασεν. Οἶσθα γὰρ οἷόν ἐστι δεσμοφύλαξ· ἀλλ' ἐκείνῳ τότε πρᾷος καὶ ἥμερος ἦν καὶ οὐ μόνον οὐκ ἀπέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος, κατάδικον καὶ μοιχὸν ἐπίσημον. Οὐ γὰρ εἰς οἰκίαν εὐτελῆ, ἀλλ' εἰς μεγάλην καὶ λαμπρὰν τὸ δρᾶμα τοῦτο τετολμῆσθαι ἐνομίζετο. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἐφόβησεν, οὐδὲ ἔπεισεν ἐκείνῳ γενέσθαι χαλεπόν. Ἀλλὰ καὶ οἱ στέφανοι ἀπὸ τῶν παθημάτων ἐπλέκοντο τῷ δικαίῳ καὶ ἡ τοῦ Θεοῦ συμμαχία μετὰ πολλῆς ἐπέρρει τῆς δαψιλείας. Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος· ἀλλ' ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον αὐτῆς ὑπερβεβηκέναι, ἐνταῦθα καταλύσας τὸν λόγον ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν, ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζουσαν δὲ τὸν Θεόν -ὅπερ ἀεὶ πεποίηκάς τε καὶ ποιεῖς διατελεῖν-χάριτας ὁμολογοῦσαν ὑπὲρ πάντων αὐτῷ τῶν χαλεπῶν τούτων καὶ ὀδυνηρῶν. Οὕτω γὰρ καὶ αὐτὴ τὰ μέγιστα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ πολλὴν ἡμῖν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης. Μὴ δὴ καταμαλακίζου, ἀλλ' ἀνενεγκοῦσα ἀπὸ τοῦ καπνοῦ τούτου- καπνοῦ γάρ, ἐὰν θέλῃς, ῥᾷον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην- , δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.

11.t ΕΠΙΣΤΟΛΗ ΙΑʹ

11.1 Ἐπετάθη τὰ τῆς θλίψεως ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι καὶ πρὸς μείζονα φλόγα τῶν ἐπιβουλευόντων ὑμῖν αἴρεται ὁ θυμός. Ἀλλ' οὐ θορυβεῖσθαι οὐδὲ ταράττεσθαι, ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα χαίρειν δεῖ καὶ σκιρτᾶν καὶ στεφανοῦσθαι καὶ χορεύειν. Εἰ γὰρ μὴ καιρίας ἐν τοῖς ἔμπροσθεν ἐδώκατε τῷ διαβόλῳ τὰς πληγάς, οὐκ ἂν οὕτως ἠγριώθη τὸ θηρίον ὡς καὶ περαιτέρω προελθεῖν. ∆εῖγμα τοίνυν καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης ἐκείνου τῆς πολλῆς, τὸ μειζόνως ἐφάλλεσθαι καὶ ἐπιπηδᾶν καὶ πλείονα ἐπιδείκνυσθαι τὴν ἀναισχυντίαν καὶ δαψιλέστερον ἐκχεῖν τὸν ἰόν. Ἐπεὶ καὶ ἐπὶ τοῦ μακαρίου Ἰώβ, ἐπειδὴ ἐν τῇ τῶν χρημάτων ἀποβολῇ ἡττήθη καὶ τῇ τῶν παίδων ἀφαιρέσει, δεῖγμα καὶ τότε ἐκφέρων τοῦ χαλεπὰ τραύματα δέξασθαι, ἐπὶ τὸ κεφάλαιον ὥρμησε τῶν κακῶν, τὴν τῆς σαρκὸς πολιορκίαν, τὴν τῶν σκωλήκων πηγήν, τὸν τῶν τραυμάτων χορόν· χορὸν γὰρ αὐτὸν ἐγὼ καὶ στέφανον καλῶ καὶ μυρίων βραβείων ἐσμόν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλ' ἐπειδὴ οὐδὲν ὑπελείπετο ἕτερον αὐτῷ μηχάνημα τοιοῦτον-ὡς γὰρ ἔσχατον ὅρον συμφορῶν, οὕτως τὴν νόσον ἐπήγαγεν ἐκείνην-, καὶ ἕτερα πάλιν ἐκίνει μηχανήματα, γυναῖκα ὁπλίζων, τοὺς φίλους παροξύνων, τοὺς οἰκέτας διεγείρων καὶ θηριώδεις ποιῶν καὶ διὰ πάντων τὰ τραύματα ἀναξαίνων. Ὃ δὴ καὶ νῦν ἐπιχειρῶν οὐ παύεται, ἀλλὰ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς· ὡς τά γε ὑμέτερα ἐντεῦθεν λαμπρότερα καὶ μείζονα καὶ φαιδρότερα καθ' ἑκάστην γίνεται τὴν ἡμέραν, πλείων ὑμῖν ὁ πλοῦτος, δαψιλεστέρα ἡ ἐμπορία, ἐπάλληλοι καὶ συνεχεῖς οἱ στέφανοι, πολλὴ δι' αὐτῶν τῶν δεινῶν τῆς ἀνδρείας ὑμῖν ἡ προσθήκη, καὶ αἱ ἐπιβουλαὶ τῶν ἐχθρῶν ἄλειμμα γίνονται τῆς καρτερίας τῆς ὑμετέρας. Τοιαύτη γὰρ τῆς θλίψεως ἡ