1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

37

καὶ ταλαίπωρος ἐκείνη γυνὴ τῆς καμίνου ταύτης χαλεπωτέραν ἀνῆψε φλόγα, μύρων ὄζουσα, ἐπιτρίμμασι παρειῶν, ὑπογραφαῖς ὀφθαλμῶν, κατακεκλασμένῃ φωνῇ, κινήμασι, βαδίσμασι διαθρυπτομένοις, ἱματίοις μαλακοῖς, περιβολῇ χρυσίων, ἑτέραις τοιαύταις μυρίαις μαγγανείαις καταγοητεύουσα τὸ μειράκιον. Καὶ καθάπερ τις θηρευτὴς δεινὸς δυσάλωτον μέλλων χειροῦσθαι ζῶον ἅπαντα κινεῖ τῆς τέχνης τὰ ὄργανα, οὕτω δὴ καὶ αὕτη τὴν σωφροσύνην εἰδυῖα τοῦ νέου-οὐδὲ γὰρ ἔμελλεν ἐν τοσούτῳ χρόνῳ λανθάνειν-πολλῆς ἐνόμισεν αὐτῇ δεῖν παρασκευῆς ἐπὶ τὴν αἰχμαλωσίαν τοῦ νεανίσκου καὶ διὰ τοῦτο πάντα ἐκίνει τῆς ἀκολασίας τὰ μηχανήματα. Καὶ οὐδὲ τούτοις ἠρκεῖτο μόνοις, ἀλλὰ καὶ καιρὸν καὶ τόπον ἐπετήρει πρὸς τὴν θήραν ἐπιτήδειον. ∆ιὰ τοῦτο οὐδὲ εὐθέως ἁλοῦσα προσέβαλεν, ἀλλὰ πολὺν ἀνέμεινε χρόνον τὴν πονηρὰν ταύτην ἐπιθυμίαν ὠδίνουσα καὶ παρασκευαζομένη, δεδοικυῖα μὴ τῷ τάχει καὶ ταῖς ἐσχεδιασμέναις αὐτῆς ἐπιβουλαῖς διαφύγῃ τὸ θήραμα. Καί ποτε εὑροῦσα μόνον ἔνδον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν ἀετόν, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα· μᾶλλον δὲ οὐ μόνη· καὶ γὰρ καὶ τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὰ αὐτῆς μηχανήματα συμπαρόντα εἶχεν αὐτῇ· ἕλκει λοιπὸν ἐπὶ τὴν ἄδικον πρᾶξιν πρὸς βίαν τὸν γενναῖον ἐκεῖνον. Τί τοῦ πειρασμοῦ τούτου χαλεπώτερον; Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον, νέον σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου καὶ μαινομένης, οὕτω πλουτούσης, καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ-συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν-, συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικήν, καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς; Οἶσθα γὰρ ὡς οἱ πολλοί, ὅταν τεταριχευμένοι τύχωσι τοῖς δεινοῖς, εἰς τρυφὴν καλούμενοι καὶ ἄνεσιν καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, προθυμότερον ἐπιτρέχουσιν. Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ἔμενε διὰ πάντων τὴν οἰκείαν καρτερίαν ἐπιδεικνύμενος. Ἐγὼ τὸν θάλαμον ἐκεῖνον καὶ τὴν Βαβυλωνίαν κάμινον καὶ τὸν τοῦ ∆ανιὴλ λάκκον καὶ τὴν γαστέρα τοῦ θαλασσίου θηρίου εἰς ἣν ὁ Προφήτης ἐνέπεσε, θαρρῶν ἴσην ἂν προσείποιμι, μᾶλλον δὲ καὶ πολλῷ τούτων χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ τῆς ἐπιβουλῆς ἡ νίκη σώματος ἦν ἀπώλεια, ἐνταῦθα δὲ ψυχῆς πανωλεθρία καὶ θάνατος ἀθά νατος καὶ συμφορὰ παραμυθίαν οὐκ ἔχουσα. Οὐ ταύτῃ δὲ μόνον χαλεπὸς ὁ λάκκος οὗτος ἦν, ἀλλ' ὅτι μετὰ τῆς βίας καὶ τοῦ δόλου καὶ πολλῆς ἔγεμε τῆς κολακείας, πολλοῦ τοῦ ποικίλου καὶ παντοδαποῦ πυρός, οὐ σῶμα καίοντος, ἀλλὰ αὐτὴν φλέγοντος τὴν ψυχήν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Σαλομὼν ὁ μάλιστα ταῦτα μετὰ ἀκριβείας εἰδὼς ἡλίκον ἐστὶ τὸ γυναικὶ συμβάλλειν ἄνδρα ἐχούσῃ· «Ἀποδήσει τις, φησί, πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ καταφλέξει; Οὕτως ὁ πορευόμενος πρὸς γυναῖκα ὕπανδρον καὶ πᾶς ὁ ἁπτόμενος αὐτῆς οὐκ ἀθῳωθήσεται.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ, φησίν, οὐκ ἔνι ὁμιλοῦντα πυρὶ μὴ κατακαίεσθαι, οὕτως οὐδὲ γυναιξὶ συνόντα διαφεύγειν τὸν ἐντεῦθεν ἐμπρησμόν. Οὗτος δὲ ὃ πολλῷ χαλεπώτερον ἦν ὑπέμεινεν. Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας, ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν κατατοξεῦον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν ἐπιτριμμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ