1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

35

τελώνῃ δὲ ἡ λοιδορία τοῦ φαρισαίου δικαιοσύνην ὑπερβαίνουσαν τὸν φαρισαῖον ἐκόμισεν· ὅ τε κορυφαῖος τῶν ἀποστόλων ἀπὸ δακρύων τὸ ἕλκος τῆς χαλεπῆς ἐκείνης ἁμαρτίας διώρθωσεν, Ὅταν οὖν τῶν προειρημένων ἕκαστον φαίνηται καὶ μόνον ἓν τῶν παθημάτων τούτων ἀρκέσαν, ἐννόησον πόσας αὐτὴ λήψῃ τὰς ἀμοιβάς, πάντα ὁμοῦ μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπομείνασα καὶ διὰ παντὸς τοῦ χρόνου. Οὐδὲν γάρ, οὐδὲν οὕτω λαμπροὺς ποιεῖ καὶ ζηλωτοὺς καὶ μυρίων ἐμπίμπλησιν ἀγαθῶν ὡς τὸ πειρασμῶν πλῆθος καὶ κίνδυνοι καὶ πόνοι καὶ ἀθυμίαι καὶ τὸ διηνεκῶς ἐπιβουλεύεσθαι καὶ παρ' ὧν οὐδαμῶς ἐχρῆν καὶ πρᾴως ἅπαντα φέρειν. Ἐπεὶ καὶ τὸν υἱὸν τοῦ Ἰακὼβ οὐδὲν οὕτως ἐποίησε μακάριον καὶ εὐδόκιμον ὡς ἡ συκοφαντία τότε ἐκείνη καὶ τὸ δεσμωτήριον καὶ ἡ ἅλυσις καὶ ἡ ἐντεῦθεν ταλαιπωρία. Μέγα μὲν γὰρ αὐτοῦ καὶ τὸ τῆς σωφροσύνης κατόρθωμα, ὅτε τῆς αἰγυπτιακῆς ἀκολασίας περιεγένετο καὶ τὴν ἀθλίαν ἐκείνην ἐπὶ τὴν ἄδικον αὐτὸν καλοῦσαν ὁμιλίαν διεκρούσατο, ἀλλ' οὐχ οὕτω μέγα τοῦτο ὡς τὰ παθήματα. Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ ἀλλότριον διορῦξαι γάμον, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν; Ἀλλὰ τὸ ποιῆσαν αὐτὸν μέγαν ἐκεῖνο μάλιστά ἐστιν, ὁ κίνδυνος, ἡ ἐπιβουλή, ἡ μανία τῆς αἰχμαλώτου, ἡ ἐπενεχθεῖσα βία, τὸ ἄφυκτον δεσμωτήριον τοῦ θαλάμου ὅπερ αὐτῷ κατεσκεύασεν ἡ μοιχαλίς, τὰ δίκτυα ἃ πανταχόθεν ἀνεπέτασεν, ἡ κατηγορία, ἡ συκοφαντία, τὸ δεσμωτήριον, ἡ ἅλυσις, τὸ μηδενὸς τυχόντα τῶν δικαίων μετὰ τὸν τοσοῦτον ἆθλον ὑπὲρ οὗ στεφανοῦσθαι ἐχρῆν, ὡς κατάδικον καὶ ὑπεύθυνον ἐπὶ τὸ ὀχύρωμα ἄγεσθαι, καὶ μετὰ τῶν τὰ ἔσχατα ἡμαρτηκότων κατακλείεσθαι, ὁ αὐχμός, τὸ σιδήριον, ἡ τοῦ δεσμωτηρίου ταλαιπωρία. Τότε αὐτὸν ὁρῶ λάμποντα μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένεμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγίνετο. Τότε ὁρῶ αὐτὸν φαιδρόν, ὅτε αὐτῷ αἱ πέδαι καὶ χειροπέδαι περιέκειντο ἢ ὅτε ἐν ἱματίοις λαμπροῖς τὴν τοσαύτην δυναστείαν περιεβέβλητο. Ὁ μὲν γὰρ πραγματείας ἦν καιρὸς καὶ ἐμπορίας πολλῆς-ὁ τοῦ δεσμωτηρίου λέγω-, ὁ δὲ τρυφῆς καὶ ἀνέσεως καὶ τιμῆς πολλὴν μὲν ἔχων τὴν ἡδονήν, οὐ πολὺ δὲ τὸ κέρδος. ∆ιὰ τοῦτο οὐδὲ οὕτως αὐτὸν μακαρίζω τιμώμενον ὑπὸ τοῦ πατρὸς ὡς φθονούμενον ὑπὸ τῶν ἀδελφῶν καὶ συνοίκους ἔχοντα τοὺς πολεμίους. Καὶ γὰρ ἐκ πρώτης ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνερριπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως. Καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωϋσῆς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν τὴν ἀρχήν, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῶν ὠδίνων. Ἐπειδὴ γὰρ ὕστερος τῶν ἄλλων ἐτέχθη καὶ ἐν ἐσχάτῳ γήρᾳ-ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία ἅτε παρ' ἐλπίδας γεννώμενα-, διὰ τοῦτο ἐφιλεῖτο. «Ἠγάπα γὰρ αὐτὸν ὁ πατήρ, φησίν, ὅτι υἱὸς γήρως ἦν αὐτῷ.» 10.11 Ταῦτα δὲ ὁ νομοθέτης ἔγραψεν, ὡς ἔγωγε οἶμαι, οὐ τὸ ὂν διηγούμενος, ἀλλὰ τοῦ πατρὸς τὴν σκῆψιν καὶ τὴν πρόφασιν. Ἐπειδὴ γὰρ ἑώρα φθονούμενον τὸ μειράκιον παραμυθήσασθαι τὸ πάθος τῶν ἀδελφῶν βουλόμενος, ἔπλασεν ἀγάπης αἰτίαν οὐ πολὺν τίκτουσαν αὐτῷ τὸν φθόνον. Ὅτι γὰρ οὐ τοῦτο αἴτιον ἦν τοῦ φίλτρου, ἀλλὰ ἡ ἀκμάζουσα τῆς ψυχῆς ἀρετὴ καὶ τῆς ἡλικίας ἀκμαιοτέρα οὖσα, δῆλον ἐκ τοῦ Βενιαμίν. Εἰ γὰρ διὰ τοῦτο ἐκεῖνος ἐφιλεῖτο, πολλῷ μᾶλλον τὸν νεώτερον αὐτοῦ φιλεῖσθαι ἐχρῆν. Μετὰ γὰρ τὸν Ἰωσὴφ ἐκεῖνος ἐτέχθη καὶ οὗτος μᾶλλον υἱὸς γήρως ἦν αὐτοῦ. Ἀλλ' ὅπερ ἔφην, τοῦ πατρὸς ἦν τὸ πλάσμα βουλομένου καταλῦσαι τὸν ἀδελφικὸν πόλεμον· ἀλλ' οὐδὲ οὕτως ἴσχυσεν, ἀλλ' ἐξεκαίετο σφοδροτέρα ἡ φλόξ. Καὶ ἐπειδὴ οὐδὲν ἴσχυον