1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

28

γε αὐτοῦ ἕνεκεν, ἔλεγεν· «Ἱερουσαλήμ, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» 10.2 Ταῦτα οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, κάμνε καὶ φιλονείκει καὶ βιάζου τὴν ἀπὸ τῶν εἰρημένων ἔχουσα συμμαχίαν, ἐξωθεῖσθαι καὶ ἐκβάλλειν μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς ταράττοντάς σε λογισμοὺς καὶ θόρυβον καὶ ζάλην ἐμποιοῦντας τοσαύτην. Ἀλλ' ὅτι μὲν ἐργάσῃ τοῦτο καὶ ἀνέξῃ τῆς παραινέσεως τῆς ἡμετέρας, οὐδένα οἶμαι δεῖν ἀμφιβάλλειν, δεῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασφάττειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς. Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ' ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς; Ἀπὸ τῆς ἀθυμίας αὐτῆς, ὀλίγα τινὰ περὶ αὐτῆς φιλοσοφήσαντες καὶ δείξαντες ὅπως βαρὺ τὸ πρᾶγμα καὶ ἐπαχθές. Ἡ γὰρ ἀθυμία ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς, καὶ σής ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας, καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων, νόσος πολλοῖς τῶν ὁρωμένων ἐπισκοτοῦσα. Ὅ τε γὰρ ἥλιος, ἥ τε τοῦ ἀέρος φύσις τούτου τοῦ διειδοῦς τοῖς οὕτω διακειμένοις παρενοχλεῖν δοκεῖ καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν. ∆ιὸ καὶ ὁ θαυμάσιος προφήτης τοῦτο δηλῶν ἔλεγε· «∆ύσεται ὁ ἥλιος αὐτοῖς ἐν μεσημβρίᾳ», οὐχ ὡς ἀφανιζομένου τοῦ ἄστρου οὐδ' ὡς τοῦ συνήθους διακοπτομένου δρόμου, ἀλλ' ὡς τῆς ἀθυμούσης ψυχῆς ἐν τῷ φανοτάτῳ τῆς ἡμέρας νύκτα φανταζομένης. Οὐ γὰρ τοιοῦτο τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νὺξ οὐ κατὰ νόμον φύσεως παραγενομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερά τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ' ἀδάμαντος στερρότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλῇ ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ. 10.3 Τί δεῖ πολλὰ λέγειν οἴκοθεν περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας ἐλθεῖν κἀκεῖθεν αὐτῆς τὴν ἰσχὺν ἅπασαν καταμαθεῖν; Μᾶλλον δέ, εἰ δοκεῖ, τέως πρότερον ἑτέρωθεν αὐτῆς ποιησόμεθα τὴν ἀπόδειξιν. Ὅτε γὰρ ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν καὶ τὸ κοινὸν ἁπάντων ἀνθρώπων κατεδίκασε γένος, λύπῃ τότε κατεδικάζετο· ἡ δὲ μεῖζον ἁμαρτοῦσα καὶ οὕτω μείζονα ὡς τὴν ἁμαρτίαν τὴν τούτου πρὸς ἐκείνην συγκρινομένην μηδὲ ἁμαρ τίαν εἶναι νομίζεσθαι· «Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, φησίν, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν», αὕτη τοίνυν ἡ ἀπατηθεῖσα καὶ ἐν παραβάσει γενομένη, καὶ τὸ δηλητήριον καὶ ἑαυτῇ καὶ τῷ ἀνδρὶ κεράσασα φάρμακον, πλείονι ταύτῃ κατακρίνεται ὡς κατατεῖναι δυναμένῃ τοῦ μόχθου μειζόνως· «Πληθύνων γάρ, φησί, πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα.» Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρὼς καὶ οὐδαμοῦ μόχθος, ἀλλ' ἀθυμία καὶ στεναγμὸς καὶ ἡ ἐντεῦθεν τιμωρία καὶ πόνων καὶ μυρίων θανάτων ἀντίρροπος οὖσα, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρα. Καίτοι τί θανάτου χεῖρον; Οὐχὶ τὸ κεφάλαιον τῶν ἐν ἀνθρώποις κακῶν, τὸ φοβερὸν καὶ ἀφόρητον καὶ μυρίων ἄξιον