Adversus Manichaeos (homilia 2)

 5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νο

 στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας

 ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει- μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ -ἄνευ γὰρ θεοῦ οὐδὲ τ

 γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο- μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτι

 αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ

 ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀπο

 αὐτοῦ δύναμιν ἐπιδεικνύμενος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. ∆εῖ γὰρ πρότε- ρον

 ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν π

ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀποδέδεικται ὅτι τε ἀναγκαῖον πρὸς ἀρετὴν τὸ τῆς αὐτεξουσιότητος δώρημα τοῖς ἀνθρώποις καὶ ὅτι ἐκ μόνης προαιρέσεως καὶ αὐτεξουσιότητος ὑπάρχει τὰ κυρίως κακά· τὰ δὲ ἕτερα, ὅσα κακὰ ὑπάρχει, παρὰ θεοῦ γινόμενα, παιδευτικὰ τῶν ἀνθρώπων εἰσί, παιδαγωγοῦντα μᾶλλον πρὸς ἀρετήν. ∆ιὸ οὔτε κυρίως κακὰ ταῦτα λεκτέον· πῶς γὰρ τὸ κακὸν αἴτιον ἔσται τινὸς ἀγαθοῦ; 22. Ἀλλ' ἴσως φασίν· Ἔστω καθ' αἵρεσιν γίνεσθαι τὴν ἁμαρτίαν καὶ μὴ γίνεσθαι καὶ τῶν ἐνδεχομένων ἑκάτερον εἶναι. Πόθεν οὖν ἡμῖν αἱ ἐνθυμήσεις τῶν φαύλων πράξεων ἐπανίσταν- ται, εἰ μὴ πονηρά τις δύναμις ταύτας ἡμῖν ὑπετίθετο; Πρὸς οὓς συντόμως ἐστὶν εἰπεῖν ὅτι τῆς τῶν λογικῶν φύσεως ἴδιον γνῶσιν ἔχειν τῶν ἐναντιότητα καὶ διαφορὰν ἐχόντων πρὸς ἄλληλα, ὡς ἤδη διὰ πλειόνων ἀποδέδεικται. Φρόνησις γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ δύναμις λογική, διακριτικὴ τῶν οὐχ ὁμοίως ἐχόντων. Ἀναγκαῖον οὖν ὧν τὴν ἐπιστήμην εἰλήφαμεν πρὸς διάκρισιν τούτων δι' ἐνθυμήσεως ἀκαριαίως τὸν νοῦν ἀντιλαμβάνεσθαι. Ἡ μὲν γὰρ γνῶσις ἀναγκαία τοῦ διειδέναι τῶν ἐναντίων τὴν φύσιν, δοκιμάζεται δὲ τὰ ἐγνωσμένα, κινοῦντος τοῦ νοῦ ταῦτα ἐν ἑαυτῷ διὰ τῆς ἐνθυμήσεως· οὐ γὰρ ἔξωθεν ὑποσπείρεται καὶ ἀνατυποῦ- ται τῷ νῷ ὑπὸ τοῦ διαβόλου τῆς ἁμαρτίας ἡ ἐνθύμησις, ἀλλ' ἀπὸ τῶν ἐν ἡμῖν κινημάτων τὴν πεῖραν ἡμῖν προσάγει, συνεργῷ πρὸς τοῦτο κεχρημένος τῇ κινήσει τῆς φύσεως. 23. Ἡ δὲ τῆς σαρκὸς κίνησις οὐχ ἁμαρτία καθ' ἑαυτήν, ὡς ἀποδέδεικται· ἄλογος γὰρ ἡ σάρξ, οὐδὲν δὲ ὑπὸ ἀλόγου γινόμενον ἁμαρτία. Τῇ δὲ τῆς ψυχῆς πρὸς τὴν σάρκα συναφείᾳ γίνεται τοῦ συναμφοτέρου ἡ ἁμαρτία, τοῦ χείρονος κρατοῦντος τοῦ κρείττονος, οὐκ ἀδυναμίᾳ τοῦ κρείττονος, ἀλλ' ἡμῶν περὶ τὴν εὐεξίαν τοῦ σώματος πᾶσαν σπουδὴν τιθεμένων, ὑπερορώντων δὲ τὴν λογικὴν καὶ κρείττονα μοῖραν. Εἰ δέ τις δι' ἀσκήσεως | ἀρετῆς μικρὰ τῆς σαρκὸς καὶ ὅσον ἐστὶν ἀναγκαῖον ἐπιμελόμενος τὸ πλέον ἀπονέμει τῷ καθηγεμόνι λογισμῷ, οὗτος ἄπταιστον, ὡς ἔστιν ἐφικτὸν ἀνθρώπῳ, διακυβερνήσει τὸν βίον, ῥυθμίζων τὴς σαρκὸς τὰς ὀρέξεις ἐπὶ τὸ εὖ ἔχον καὶ εὐάρεστον τῷ θεῷ· ὥστε οὐχ ἡ κίνησις τῆς σαρκὸς ἁμαρτία, ἀλλ' ἡ τοῦ συναμφοτέρου παράλογος πρᾶξις, ὅταν ὁ ἐφεστηκὼς λόγος τὰς ἡνίας ἐπιτρέψειε θυμῷ τε καὶ ἐπιθυμίᾳ τῇ ἀλόγῳ συνωρίδι ἑαυτὸν ὑποκλίνας, οὐκ ἄγειν κατὰ τὴν ἀξίαν, ἄγεσθαι δὲ μᾶλλον ἑλόμενος. 24. Ἀλλὰ πρὸς τοῦτό φασιν· Τί δὲ ὅλως κίνησιν ἔχειν τὴν σάρκα πεποίηκεν ὁ θεός; Ἐγώ σοι περὶ τούτου πυνθανομένῳ διευρύνων τὸν λόγον, ὡς οἷόν τε δια- σαφήσω τὸ βουληθέν. Λογικοὺς ἡμᾶς πεποίηκεν ὁ θεός, μεγίστῃ δωρεᾷ τῷ λόγῳ διακοσμήσας. Τοῦτο τοίνυν ἐνεργὸν ἐν ἡμῖν εἶναι βουλόμενος, ἐναντίως ἔχειν πρὸς ἑαυτὰ πλεῖστα τῶν φαινομένων πεποίηκεν, ὡσπεροῦν τὴν νύκτα πρὸς τὴν ἡμέραν, τάς τε τροπὰς τοῦ ἔτους πρὸς ἑαυτὰς καὶ τῶν στοιχείων τὰς ποιότητας, ἵνα ἐν τούτοις ὥσπερ τις ἡμῖν γυμνασία τοῦ λογικοῦ προσγένηται τὴν διάγνωσιν αὐτῶν δυναμένοις κατὰ παράθεσιν ποιεῖσθαι. Οὕτω δῆτα καὶ διὰ τῆς τῶν λοιπῶν σωματικῆς δημιουργίας οὐδ' ἓν εἶδος, πλείστας δὲ διαφορὰς πρὸς τὴν τοῦ λόγου γυμνασίαν ἐδημιούργησεν ὁ θεός. Τὰ μὲν γὰρ τῶν σωμάτων ὄγκῳ καὶ σχήματι καὶ ποικιλίᾳ χρωμάτων διεκόσμησεν· τὰ δὲ πρὸς τοῖς εἰρημένοις ἔχειν πεποίηκε τὸ τρέφεσθαι τὴν πλησίον ἰκμάδα τῆς γῆς ἐπισπώμενα, αὔξειν τε καὶ τίκτειν καρποὺς καὶ ὁμογενῆ βλαστάνειν φυτά. Ἕτερα πάλιν τὴν τούτων φύσιν ἐπαναβεβηκέναι ποιεῖ, προσθεὶς αἴσθησιν ἄλογον, οἷα τυγχάνει τῶν ὀστρέων καὶ σπογγίων τὰ γένη καὶ ὅσα τοιαῦτα. Οὐκ ἠρκέσθη ταῖς τοσαύταις διαφοραῖς, ἀλλὰ καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικὴν ἑτέροις προσεφιλοτιμήσατο, τὴν πάνσοφον