Adversus Manichaeos (homilia 2)

 5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νο

 στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας

 ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει- μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ -ἄνευ γὰρ θεοῦ οὐδὲ τ

 γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο- μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτι

 αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ

 ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀπο

 αὐτοῦ δύναμιν ἐπιδεικνύμενος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. ∆εῖ γὰρ πρότε- ρον

 ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν π

ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει- μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ -ἄνευ γὰρ θεοῦ οὐδὲ τὸ κινεῖσθαι τοῖς ἀνθρώποις ὑπάρχει- τὴν δὲ φύσιν μετὰ τοῦ θεοῦ. Εἰ γὰρ καὶ διὰ μέσων τινῶν γίνεταί τινα τῶν ποιημάτων, ἀλλ' οὖν φανερὸν ὅτι αἴτιον καὶ τούτων ὑπάρχει τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρέχον. Τῇ τέχνῃ δὲ καὶ τῇ φύσει τοῦ εἶναι αἰτίοις ὁ θεὸς δέδωκε δύναμιν. Οὐκοῦν πρῶτον αἴτιον τῶν ὄντων ἐστὶ θεὸς καὶ ὅσα μὲν ἀμέσως εἰς τὸ εἶναι παράγει ἄνευ ὕλης ἐξ οὐκ ὄντων δημιουργεῖ, ἅμα καὶ φύσιν ἐντιθεὶς τοῖς γενομένοις πρὸς διαμονήν τε καὶ ἀκολουθίαν τῶν ἐφεξῆς ἐξ αὐτῶν ἐσομένων, ὅσα δὲ διὰ μέσης τέχνης ἢ φύσεως ταῦτα ἐξ ὄντων ἐργάζεται. 13. Ἀλλά φησιν· Εἰ ἐξ οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν πάλιν ἀναλυθή- σεται. Τὰ γὰρ ἐξ οὐκ ὄντων γινόμενα εἰς τὸ μὴ ὂν ἀναλύονται, ὡς τὰ σχήματα ὑπὸ τοῦ τεχνίτου τοῖς δημιουργουμένοις ἐπιτιθέμενα καὶ τὰ ἔνυλα εἴδη τὰ ὑπὸ τῆς φύσεως παραγόμενα· ταῦτα γὰρ μὴ ὄντα πρότερον, γενόμενα δὲ πάλιν, εἰς ἀνυπαρξίαν χωρήσει διαλυθέντα ἐν τῷ χωρισθῆναι τῆς ὕλης. | Οὕτως οὖν, εἰ ἐξ οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν χωρήσει πάλιν φθορὰν ὑποστάς. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα προβαλλόμενοι ὅτι ἐπὶ μὲν τῶν ὑπὸ φύσεως ἢ τέχνης ἀνθρώπων γινομένων ἀληθὴς οὗτος ὁ λόγος, ἐπὶ δὲ τῶν ἀμέσως ὑπὸ θεοῦ τὸ εἶναι λαχόντων οὐκ ἀληθής· ὧν γὰρ ἡ γένεσις ὑπὲρ φύσιν τε καὶ τέχνην ἐστί, τῇ ἀπείρῳ τοῦ θεοῦ δυνάμει συστᾶσα, τούτων καὶ ἡ διαμονὴ λήψεται τὸ ὑπὲρ φύσιν ἐκ θεοῦ διακρατουμένη διὰ παντός. Οὕτω καὶ αἱ νοεραὶ δυνάμεις οὐκ εἰς τὸ μὴ εἶναι ἀναλυθήσονται, καὶ ταῦτα ἐξ οὐκ ὄντων ὑπὸ τοῦ ἀεὶ ὄντος δημιουργηθεῖσαι θεοῦ. Οὕτω καὶ ὁ κόσμος· καὶ αὐτὴ δὲ ἡ ὕλη ἀμέσως ὑπὸ τοῦ θεοῦ γεγονυῖα εἰς τὸ μηδαμῇ μηδαμῶς <ὂν> οὐ χωρήσει ποτέ· καινοὺς γὰρ οὐρανοὺς καὶ καινὴν γῆν ἀπεκδεχόμεθα· ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος, καὶ ταῦ- τα ἐκ προϋποκειμένης ὕλης τῆς γῆς ὑποστὰς τὸ κατὰ σάρκα, ἐπεί- περ ἀμέσως αὐταρκοῦντος θεοῦ γεγένηται· Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεὸς ἔπλασε τὸν ἄνθρωπον, οὐκ ἐπιτρέψας τῇ φύσει δημιουργεῖν ὡς ἐπὶ τῆς τῶν ἄλλων γενέσεως, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν καὶ ἐξαγαγέτω τὰ ὕδατα λέγων, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ ἐργαζόμενος τὸν ὅλον ἄνθρωπον χερσί τε καὶ ἐμφυσή- ματι, οὐκ εἰς τὸ μὴ εἶναί ποτε σχήσει τὴν ἀλλοίωσιν ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ τὸ κρεῖττον ἀλλοιωθήσεται. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Καὶ ὅτι μὲν οὐκ ἀγένητος ἡ ὕλη ἣν καὶ πονηρὰν εἶναι φύσει φασὶν οἱ Μανιχαῖοι, ἀρκεῖν ἡγοῦμαι τὰ εἰρημένα. 14. Ἐντεῦθεν οὖν λοιπὸν ἀνακύπτει τὸ παρὰ τοῖς ἀθέοις θρυλλούμενον· Εἰ μηδέν ἐστιν ἔξω τῆς τοῦ θεοῦ δημιουργίας, ὁ δὲ θεὸς ἀγαθός, δηλονότι ἀγαθὰ τὰ δι' αὐτοῦ γεγενημένα. Πόθεν οὖν τὰ κακά; Εἰ μὲν οὐσίαν ὑπειληφότες εἶναι τὸ κακὸν τοῦτο πυνθά- νονται, μωρίας ἀνάμεστός ἐστιν ἡ πεῦσις. Οὐ γὰρ ὑφέστηκε τὸ κακόν· ἐνέργεια γάρ τίς ἐστιν. Πᾶσα δὲ ἐνέργεια ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, οὔτε πρὸ τῆς τοῦ ἐνεργοῦντος κινήσεως ἤτοι πράξεως οὖσα, οὔτε μετὰ τὴν κίνησιν διαμένουσα. Μόνον δὲ τὸ ἀποτελεσθὲν πολλάκις πρὸς μνήμην τῆς πράξεως καταλιμπάνει. Ἢ οὖν πρᾶξίς ἐστιν ἢ ἐνέργεια· πᾶσα δὲ πρᾶξίς τινος οὐσίας ἐστὶ πρᾶξις καὶ ἄνευ οὐσίας οὐκ ἔστιν. Πῶς οὐσία τὸ μηδαμῶς καθ' ἑαυτὸ ὑφεστηκός, ἀλλὰ ἑτέρου δεόμενον εἰς τὸ εἶναι; Ἐπεὶ οὖν οὐκ ἔστιν οὐσία τὸ κακόν, ὡς ἀποδέδεικται, κἂν οἱ Μανιχαῖοι πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς ἔχοντες διαφιλονεικήσωσιν, οὑτωσὶ περὶ τούτου διαληπτέον. 15. Τὸ κακὸν διττὴν ἔχει τὴν σημασίαν· δηλοῖ γάρ ποτε μὲν τὴν κάκωσιν, ποτὲ δὲ τὴν ἁμαρτίαν, καὶ κυρίως μὲν κακὸν ἡ ἁμαρτία, καταχρηστικῶς δὲ ἡ κάκωσις κακὸν ὀνομάζεται. Ἡ γὰρ κάκωσις οὐ πάντως κακή· πολλάκις δὲ καὶ σωτηρίας πρόξενος