Adversus Manichaeos (homilia 2)

 5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νο

 στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας

 ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει- μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ -ἄνευ γὰρ θεοῦ οὐδὲ τ

 γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο- μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτι

 αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ

 ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀπο

 αὐτοῦ δύναμιν ἐπιδεικνύμενος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. ∆εῖ γὰρ πρότε- ρον

 ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν π

5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νοητῆς θεωρίας καὶ προσοχῆς κατορθούμενον. Καὶ διὰ πράξεως μὲν ἄνθρωποι, σαρκὶ συζῶντες, κατορθοῦσι τὸ ἀγαθόν, αἱ δὲ νοεραὶ δυνάμεις διὰ θεωρίας καὶ προσοχῆς. Ἐπεὶ οὖν συμβεβηκός ἐστι τὸ ἀγαθὸν ἐπὶ τῶν γενητῶν, πάντως ἐπὶ τούτων καὶ προτερεύει τὸ εἶναι τοῦ ἀγαθὸν εἶναι· δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵν' οὕτως τὸ συμβεβηκὸς ἐν αὐτῷ θεωρηθείη, εἴτε χωριστὸν ἢ ἀχώριστον εἴη. Ἐπὶ δὲ τοῦ ἀγενήτου θεοῦ, ἀεὶ ὢν ὁ θεός, ἀεὶ καὶ ἔστιν ἀγαθός· οὐ γὰρ ἕτερον ἔχει τὸ εἶναι καὶ ἕτερόν τι τὴν ἀγαθότητα, ἀλλ' αὐτῷ τῷ εἶναι ἔχει τὴν ἀγαθότητα. ∆ιὰ τῶν εἰρημένων οὖν πᾶσι προφανὲς ὅτι τὸ πονηρὸν οὐκ ἔστιν ἐναντίον τῷ θεῷ, οὐσίᾳ ὄντι ἀγαθῷ· τῇ γὰρ οὐσίᾳ οὐδὲν ὅλως ἀντίκειται. Τῷ δὲ κατὰ τὸ συμβεβηκὸς ἀγαθῷ, τῷ ἐν τοῖς γενητοῖς θεωρουμένῳ, ἀντίκειται τὸ πονηρόν· διὰ γὰρ φαύλης πράξεως γινόμενον ἀντίκειται τῷ διὰ πράξεως ἀγαθῆς γινομένῳ. 6. Τούτων οὕτως ἀποδεδειγμένων, πῶς οὐ βδελυκτέον τοὺς Μανιχαίους οἵ φασιν· Ἦν θεὸς καὶ ὕλη, ἀγαθὸν καὶ πονηρὸν ἐν τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινω- νεῖν θάτερον θατέρῳ, ἀγένητά τε καὶ ζῶντα ἄμφω. Ῥητέον οὖν πρὸς αὐτούς· Πῶς οὐκ ἀλλόκοτος ὑμῶν ἐστιν ὁ λόγος; Εἰ γὰρ ἄκρως ἐναντία κατὰ τοὺς ὑμῶν φληνάφους θεός τε καὶ ὕλη, ὡς μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ, κατὰ τὸ δοκοῦν ὑμῖν ὡς ἔτυχεν ἀποφαινόμενοι, πῶς ὅλως ἐναντία ἔσται ἀλλήλοις κοι- νωνοῦντα κατὰ μηδέν; Ἴδιον γὰρ τῶν ἐναντίων κοινωνεῖν ἀλλήλοις κατὰ τὸ γένος, οἷον μέλαν καὶ λευκὸν κοινωνοῦσι τῷ ἑκάτερον εἶναι χρῶμα, καὶ πάλιν θερμὸν καὶ ψυχρὸν τῷ ἑκάτερον εἶναι ποιότητα, ὅπερ ἐπὶ τῆς μυθευομένης ὑμῖν ὕλης καὶ θεοῦ διδόναι οὐ βούλεσθε, ἀνοήτως φάσκοντες ἐναντία τε εἶναι καὶ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. Ἄλλως τε τὰ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικὰ καὶ οὐ δύνανται κατ' ἐνέργειαν ἅμα συμβῆναι τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπὸ τὸν αὐτὸν χρόνον. Πῶς οὖν ἐν τῷ αὐτῷ κτίσματι, οἷον τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ ἢ θρεπτικῷ καὶ πνικτικῷ ὕδατι, καθ' ὑμᾶς ἅμα ὑπάρχουσι κατ' ἐνέργειαν, δι' ὅλου κατὰ τὸ αὐτὸ θεός τε καὶ ὕλη, ὡς αὐτοὶ μυθολογεῖτε, ἐναντία φάσκοντες εἶναι τὰ μηδαμῶς ἐναντία τυγχάνοντα; 7. Ἄλλως τε τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. Τὰ ἄμεσα κρᾶσιν οὐκ ἐπιδέχεται, ἀλλὰ μᾶλλον ἀλλήλων ἐστὶν ἀναι- ρετικά, οἷον τάξις καὶ ἀταξία, ἄρτιος ἀριθμὸς καὶ περιττός. Τὰ ἔμμεσα δὲ ἕτερόν τε τὸ μέσον ἔχει παρὰ τὰ ἄκρα, οἷον μέλαν καὶ λευκόν· καὶ τούτων τὸ φαιὸν μέσον ἐστίν. Εἰ οὖν ὕλη καὶ ὁ θεὸς ἄμεσά ἐστι, πῶς κρᾶσιν ἐπιδέχεται καὶ τὸν κόσμον ἀποτελεῖ κατὰ τὴν ὑμῶν μυθολογίαν; Τὰ γὰρ ἄμεσα οὐ πέφυκε κιρνᾶσθαι. Εἰ δὲ ἔμμεσα φήσουσιν, ἔσται τι διὰ μέσου τούτων ἕτερον παρὰ ταῦτα καὶ λοιπὸν τρίτον ἀγένητον τοῖς δύο συναριθμηθήσεται. 8. Ἀλλ' ἴσως φήσουσι· καὶ πῶς οἷόν τε ἐξ οὐκ ὄντων τι γεγονέναι; Οὐδὲν γὰρ ἐκ μὴ ὄντων ὁρᾶται γινόμενον. Πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε μὴ εἰδότες τὴν δύναμιν τοῦ θεοῦ, ἀλλὰ μόνον τοῖς ἐξ ἀνθρώπων γινομένοις ἐνορῶντες τὸ θεῖον εἶναι τοιοῦτον ὑπειλήφατε. Ἄνθρωπος μὲν γὰρ ἐξ ὄντων ἐργάζεται, ξύλα καὶ λίθους σχηματίζων ὡς βούλεται καὶ τὸ μὴ ὂν ἐν τούτοις ποτὲ σχῆμα διὰ τῆς οἰκείας τέχνης ἐντίθησιν· μόνον γὰρ σχημάτων ἐστὶ δημιουρ- γὸς ὁ ἄνθρωπος ἐξ οὐκ ὄντων τὸ σχῆμα διὰ τῆς τέχνης ἐντιθεὶς τῷ δημιουργήματι. Καὶ φύσις δὲ ὁμοίως ἐξ ὄντων ἐργάζεται, μείζονα δὲ τῆς ἀνθρώπου τέχνης τὸ διὰ τῆς φύσεως τεχνασθὲν ἔχει τὴν ἐργασίαν. Οὐ μόνον γὰρ σχημάτων ἐστὶν ἡ φύσις δημιουργός, κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργαζομένη, ἀλλὰ καὶ τὰς διαφόρους οὐσίας καὶ τὰ εἴδη τῶν πραγμάτων ὑφίστησιν οὐ πρότερον ὄντα. Ἐκ