Adversus Manichaeos (homilia 2)

 5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νο

 στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας

 ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει- μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ -ἄνευ γὰρ θεοῦ οὐδὲ τ

 γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο- μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτι

 αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ

 ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀπο

 αὐτοῦ δύναμιν ἐπιδεικνύμενος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. ∆εῖ γὰρ πρότε- ρον

 ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν π

αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ κακία ἀσθένειά τίς ἐστιν ἐνθεωρουμένη τοῖς γενητοῖς· παρὰ δὲ τῷ ἀγενήτῳ ποῖον ἴχνος ἔσται τῆς ἀσθενείας; Εἰ δὲ τῆς αὐτῆς ἦμεν φύσεως τῷ θεῷ, οὐκέτι ἦμεν αὐτοῦ δημιουργήματα, ὄντες φύσει θεοί, ὡσπεροῦν ἐκεῖνός ἐστι θεός. Ἀλλ' ἐπειδὴ οὐδεὶς τοσοῦτόν ἐστι παραπλὴξ ὡς ὑπεραίρεσθαι καὶ ἀπαιτεῖν ἑαυτὸν εἶναι θεὸν ἄνθρωπος ὤν- τὰ γὰρ τοιαῦτα φρονεῖν τῶν παρανόμων Μανιχαίων ἴδιον, οἰο- μένων τὰς ἡμῶν ψυχὰς συναϊδίους εἶναι τῷ θεῷ καὶ ὁμοίους- ἐξεταστέον τὸ τῆς λογικῆς φύσεως μέτρον καὶ οὕτω τὸν περὶ τοῦ ἁμαρτάνειν λόγον διεξιτέον. 19. Φαμὲν οὖν ὡς παντὶ τῶν λο- γικῶν κτισμάτων μέτρον τι ὥρισται πρὸς ἀρετὴν καὶ τέλειόν ἐστί τε καὶ γνωρίζεται, ᾧ μηδὲν ἐλλείπει τῆς οἰκείας πρὸς τελειότητα φύσεως· τὸ δὲ τοιοῦτο ὑπερβῆναι μὲν ἀδύνατον, ἀφικέσθαι δὲ πρὸς τὸ ὡρισμένον μέτρον ἐντελὴς ἀρετή. Οὔτ' οὖν ἀνθρώπους τοὺς ἔτι θνητοὺς καὶ ἐπικήρους ἀπαιτητέον ἀγγελικὴν ζωήν, οὔτε μὴν ἀγγέλους ἀπομιμεῖσθαι τὴν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν τοῦ θεοῦ δύναμιν. Τὸ γὰρ ὑπὲρ δύναμιν ἀπαιτεῖν ἕκαστον τῆς ἑαυτοῦ δυνάμεως παραφρονοῦντος λογισμοῦ τυγχάνει γνωρί- σματα. Τί τοίνυν μέτρον ὥρισται ἀνθρώπῳ πρὸς ἀρετὴν ἐπειγομένῳ; ∆ῆλον ὡς κατόρθωσιν φήσουσι σωφροσύνης, δικαιοσύνης, ἀνδρείας καὶ ὅσα τοιαῦτα τυγχάνει. Ταῦτα δὲ διακρίνειν οὐχ οἷόν τε ἦν, εἰ μὴ φρονήσεως σπέρματα τῇ φύσει ὁ θεὸς προκατεβάλετο, ὡς διακρίνειν ἡμᾶς τῶν ἐναντίων τὴν φύσιν· καὶ καθάπερ οἱ τέκτονες σπάρτῳ τῶν ξύλων τὰ σκολιὰ διευθύνουσι τὸ περιττὸν καὶ ἔξω τῆς εὐθείας γραμμῆς περικόπτοντες, οὕτω καὶ ἄνθρωποι τῶν ἐναντίων πράξεων τὸ διάφορον, ὡς μὴν στάθμῃ τινὶ τῷ λόγῳ κεχρημένοι τὸ μὴ δεόντως γινόμενον ὡς ἀπόβλητον ἐκκαθαίρουσι τῆς ἑαυτῶν ἐργασίας πόρρω τιθέμενοι. 20. Καὶ οὗτος μὲν ὁ λόγος τῆς φρονήσεως <καὶ> δι' ἣν αἰτίαν ταύτην ἐνετύπωσε ταῖς λογικαῖς ψυχαῖς ὁ θεός· σωφροσύνης δὲ καὶ δικαιοσύνης ἅμα δὲ καὶ ἀνδρείας δύναμιν ἡμῖν ἐνεποίησε πρὸς κατόρθωσιν ὁ θεός, οὐ τὴν πρὸς τὰ ἐναντία δύναμιν ἀφελόμενος. Βούλεται γὰρ διὰ τῆς τῶν ἀντικειμένων ἐν ἐξουσίᾳ παραθέσεως εὐδοκίμους τοὺς ἀνθρώπους ἀποδείκνυσθαι. Εἰ γὰρ αἱ ἀρεταὶ καθ' ἑαυτὰς ὑπῆρχον, οὐκ ἂν ἐγνωρίζοντο· οὐ γὰρ ἐξ ἀδυναμίας τοῦ ποιεῖν τὰ ἐναντία γνωρίζεται τῆς ἀρετῆς ἡ εὐπρέπεια. Τίς γὰρ ἐπαινέσει λίθον σωφρονοῦντα, ᾧ μὴ πάρεστι καὶ τὸ ἐναντίον πρὸς ἐργασίαν; Ὁμοίως τίς ἐπαινέσει ξύλον μὴ συκο- φαντοῦν ἢ ἵππον ἢ ὄνον μὴ ψευδόμενον; Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ὁ αὐτὸς παρὰ πᾶσι διασῴζεται λόγος. Ἀρετὴ οὖν γνωρίζεται | ἐκ τοῦ δύνασθαι ποιεῖν καὶ τῶν ἐπαινουμένων πράξεων τὰ ἐναντία. Πῶς οὖν ὁ σώφρων γνωρισθείη μὴ κατ' ἐξουσίαν προ- κειμένης τῆς ἀσελγείας καὶ ταύτην πράττειν δυνάμενος εἰ βουληθείη; Πῶς δὲ ὁ ἀνδρεῖος, μὴ τῶν πτοούντων ἐπανισταμένων; Πῶς δὲ καὶ δίκαιος, εἰ μὴ καὶ ἡ πλεονεξία χώραν ἔχει γίνεσθαι παρ' αὐτοῦ; 21. Οὐχ ὅτι ἀνάγκῃ δεῖ τὴν κακίαν ἐνεργὸν εἶ- ναι, ἵνα ἡ ἀρετὴ διὰ τῆς ἀντιπαραθέσεως δειχθείῃ, ἄπαγε τῆς δυσφημίας, ἀλλ' ἵνα μὴ γίνοιτο ἡ κακία τοῦ πράττοντος ἐπ' ἐξουσίας ἔχοντος ταύτην ἐργάζεσθαι. Φέρε γὰρ εἰ ὑπό τινος ἀλήθειά τις ῥηθείη, ἆρα οὐχ ὁ τοιοῦτος ἐδύνατο ταύτην ἀπο- κρυψάμενος ψεῦδος ἀντὶ τῆς ἀληθείας δημοσιεῦσαι, ὡς ἑκάτερον ἔχων ἐπ' ἐξουσίας; Εἰ δὲ τὸ ψεῦδος ἀπεκρύψατο δι' ἀρετήν, οὐ παρὰ τοῦτο τοῦ ἐναντίου τὴν ἐργασίαν ποιεῖν οὐκ ἐδύνατο; Ἴσχυε γὰρ τοῦτο ποιεῖν, εἴπερ ἠβουλήθη. Ἀσθενὴς γάρ ἐστι τῶν ἀνθρώπων ἡ φύσις καὶ ἀσθενοῦσα πρὸς ψεῦδος