338
σωμάτων ἡ φύσις τὰ ποικίλα ταῦτα τῶν ζῴων εἴδη τεχνάζεται· ἡ γὰρ ποιὰ τοῦ σώματος τροπὴ τοιῶσδε παρὰ τῆς φύσεως διατεθεῖσα τόδε τι τοῦ ζῴου τὸ εἶδος ἐδημιούργησεν· ὅπερ οὐκ ἄλλο τί ἐστιν εἶδος γεννή 3.6.32 σεως παρὰ τὸ ἐκ φύσεως καὶ ὕλης ἀποτελούμενον. τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παρα διδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον, ὡς καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ποιεῖ, ὅταν σωματικῶς διαγράφῃ τὸ θεῖον, ὀφθαλμὸν καὶ βλέφαρα καὶ οὖς καὶ δακτύλους καὶ χεῖρα καὶ δεξιὰν καὶ βραχίονα καὶ πόδας καὶ ὑποδήματα καὶ τὰ τοιαῦτα περὶ θεοῦ διεξιοῦσα, ὧν οὐδὲν κατὰ τὴν πρόχειρον ἔννοιαν ἐν τῇ θείᾳ καταλαμβάνεται φύσει, ἀλλὰ πρὸς τὸ ἡμῖν εὐσύν οπτον τὴν διδασκαλίαν ἀνάγουσα ταῖς τετριμμέναις ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων φωναῖς τὰ ὑπὲρ πᾶσαν σημασίαν πράγματα διορίζει, ἀναλογικῶς ἡμῶν δι' ἑκάστου τῶν περὶ θεοῦ λεγομένων πρός τινα ἀναγομένων ὑψηλοτέραν ὑπόνοιαν. 3.6.33 οὕτως οὖν καὶ τὰ πολλὰ τῆς γεννήσεως εἴδη [παρὰ τῆς θεοπνεύστου διδασκαλίας] εἰς παράστασιν τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑποστάσεως παραλαμβάνει, τοσοῦτον ἀφ' ἑκάστου λαμβάνουσα ὅσον εὐαγές ἐστιν εἰς τὰς περὶ τοῦ θεοῦ ὑπο 3.6.34 λήψεις παραληφθῆναι. ὡς γὰρ ἡ τῶν δακτύλων μνήμη ἐπὶ τοῦ θεοῦ καὶ τῆς χειρὸς καὶ τοῦ βραχίονος οὐ τὴν ἐξ ὀστῶν νεύρων καὶ σαρκῶν καὶ συνδέσμων τοῦ μέλους κατασκευὴν ὑπογράφει τῷ λόγῳ, ἀλλὰ τὴν πρακτικὴν αὐτοῦ καὶ ἐνεργητικὴν δύναμιν τῷ τοιούτῳ διασημαίνει ὀνόματι καὶ δι' ἑκάστου τῶν ἄλλων τὰ κατάλληλα τῶν περὶ θεοῦ νοουμένων ἐνδείκνυται, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφάσεις, οὕτως καὶ τὰ τῶν γεννήσεων τού των εἴδη λέγει μὲν ἐπὶ τῆς θείας φύσεως, οὐ μὴν οὕτω 3.6.35 λέγει ὡς νοεῖν οἶδεν ἡ καθ' ἡμᾶς συνήθεια. ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνάμεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν ἐν δείκνυται τὰ ὅσα παρ' ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγαλοφυῶς καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτί 3.6.36 σθησαν. πάλιν ὅταν τὴν ἀπόρρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὑπόστασιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ' ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις ὄνομα τίθεται. ἀλλ' ὥσπερ τὴν τῆς κτίσεως γένεσιν ἐπὶ τοῦ θεοῦ ὁ λόγος εἰπὼν τὸ διά τινος ὕλης γίνεσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον καὶ πάντα τὰ τοιαῦτα τὴν τοῦ θελήματος δύναμιν εἶναι ἀποφηνάμενος, οὕτω καὶ ἐνταῦθα υἱὸν εἰπὼν ἀφῆκε πάντα τά τε ἄλλα ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη λέγω καὶ διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάντων τὴν ὕλην, ὧν ἄνευ ἁπάντων 3.6.37 ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται. πάσης δὲ τοιαύτης ἐννοίας ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαρα ληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πατρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται. καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτο τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι περὶ τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ προεκτεθείσῃ παρ' ἡμῶν τεχνολογίᾳ ἡ καθ' ἡμᾶς 3.6.38 συνήθεια ὑλικὴν ἀπόρροιαν ὀνομάζει. ἀλλ' ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς