65
κατα στήσεται, τῷ ἀνενδεεῖ τῆς δυνάμεως εἰς τὸ ἀντίπαλον προϊ 1.1.507 οῦσα. καὶ οὕτω τὸ τῶν Μανιχαίων δόγμα παρεισδύσεται, δύο τινῶν ἐναντίων ἀλλήλοις ἐν τῷ λόγῳ τῆς ἀρχῆς ἀντι φανέντων, τῷ διαλλάσσοντι τῆς φύσεως καὶ τῆς προαιρέσεως πρὸς τὸ ἀντικείμενον διατμηθέντων. καὶ γίνεται αὐτοῖς ἡ τῆς ἐλαττώσεως κατασκευὴ τῶν Μανιχαϊκῶν δογμάτων ἀρχή. τὸ γὰρ τῆς οὐσίας ἀσύμφωνον εἰς δύο ἀρχὰς περι ΐστησι τὸ δόγμα, καθὼς ὁ λόγος ὑπέδειξε, τῷ κτιστῷ καὶ τῷ ἀκτίστῳ διῃρημένας. 1.1.508 Ἀλλὰ ταῦτα μὲν ἴσως βεβιασμένην ἔχοντα τὴν τοῦ ἀτόπου κατασκευὴν οἱ πολλοὶ αἰτιάσονται καὶ οὐδὲ γεγρά φθαι τὸ παράπαν μετὰ τῶν λοιπῶν ἀξιώσουσιν. ἔστω ταῦτα· οὐδὲ ἡμεῖς ἀντιλέγομεν. οὐδὲ γὰρ κατ' οἰκείαν ὁρμήν, ἀλλὰ διὰ τοὺς ἀντιμαχομένους εἰς τὴν τοιαύτην περιεργίαν ἐκβαλεῖν τὸν λόγον ἐκ τῆς ἀκολουθίας προήχθημεν. εἰ δὲ οὐ χρὴ ταῦτα λέγειν, πολὺ πρότερον σιωπᾶσθαι προσήκει τῶν ἐναντίων τὸν λόγον τὸν τῆς τοιαύτης ἀντιρρήσεως τὰς ἀφορμὰς παρεχόμενον. οὐ γὰρ ἔστιν ἑτέρως ἐπισχεῖν τὸν τοῖς πονηροῖς ἀντιλέγοντα, μὴ τὴν ὑπόθεσιν ἐξελόντα τῆς 1.1.509 ἀντιρρήσεως. πλὴν ἡδέως ἂν συμβουλεύσαιμι τοῖς οὕτω διακειμένοις μικρόν τι τῆς φιλονεικίας ἔξω γενέσθαι καὶ μὴ λίαν ἐκθύμως τῶν οἰκείων ὑπερμαχεῖν ὑπολήψεων, αἷς ἤδη προειλημμένοι τυγχάνουσι, μηδὲ πανταχόθεν ἀναζητεῖν, ὅπως ἂν τὸ πλέον ἔχοιεν τῶν ἀντιτεταγμένων, ἀλλ' ὡς ὑπὲρ ψυχῆς ὄντος τοῦ δρόμου, μόνῳ τῷ συμφέροντι πείθεσθαι καὶ τῇ ἀληθείᾳ διδόναι τὰ νικητήρια. εἰ τοίνυν τοῦ φιλο νεικεῖν τις ἀποστὰς αὐτὸν ἐφ' ἑαυτοῦ διασκοποῖτο τὸν λόγον, οὐ χαλεπῶς εὑρήσει τὴν ἐμφαινομένην ἀτοπίαν τῷ δόγματι. 1.1.510 Ὑποθώμεθα γὰρ συγχωρεῖσθαι κατὰ τὸν λόγον τῶν ὑπεναντίων τὴν 20ἀγεννησίαν20 οὐσίαν εἶναι καὶ πάλιν ὡσ αύτως τὴν γέννησιν εἰς οὐσίαν ἀναλαμβάνεσθαι. οὐκοῦν εἴ τις ἀκριβῶς τῇ διανοίᾳ τῶν λεγομένων ἀκολουθήσειε, τὸ Μανιχαϊκὸν αὐτοῖς δόγμα διὰ τῆς ὁδοῦ ταύτης ἀναπλασθή σεται, εἴπερ κακοῦ πρὸς ἀγαθὸν καὶ φωτὸς πρὸς σκότος καὶ πάντων τῶν τοιούτων κατὰ τὸ ἐναντίον τῆς φύσεως τὴν 1.1.511 ἀντίθεσιν δογματίζειν τοῖς Μανιχαίοις δοκεῖ. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, ῥᾳδίως οἶμαι συνθήσεσθαι τὸν μὴ ῥᾳθύμως παραδραμόντα τὸν λόγον. οὑτωσὶ δὲ διασκε ψώμεθα. ἑκάστῳ τῶν ὑποκειμένων προσφυῆ τινα πάντως ἐπιθεωρεῖται γνωρίσματα, δι' ὧν τὸ ἰδιάζον τῆς ὑποκει μένης ἐπιγινώσκεται φύσεως, εἴτε ἐπὶ τῆς τῶν ζῴων δια φορᾶς ἐξετάζοις τὸν λόγον εἴτε καὶ ἐπὶ τῶν ἄλλων ἁπάν των. οὐ γὰρ τοῖς αὐτοῖς τὸ ξύλον καὶ τὸ ζῷον χαρακτη ρίζεται, οὐδὲ ἐν τοῖς ζῴοις ἐπικοινωνεῖ τὰ τοῦ ἀνθρώπου γνωριστικὰ σημεῖα πρὸς τὴν ἄλογον φύσιν, οὐδ' αὖ πάλιν τὰ αὐτὰ δείκνυσι τήν τε ζωὴν καὶ τὸν θάνατον, ἀλλ' ἐπὶ πάντων ἁπαξαπλῶς, καθὼς εἴρηται, ἄμικτός τίς ἐστι καὶ ἀκοινώνητος ἡ τῶν ὑποκειμένων διάκρισις, οὐδὲν τοῖς τῶν ἐπιθεωρουμένων γνωρίσμασι διά τινος κοινωνίας συγχεομένη. 1.1.512 κατὰ τοίνυν τὴν ἀκολουθίαν ταύτην ἐξετασθήτω τῶν ὑπε ναντίων ὁ λόγος. τὴν 20ἀγεννησίαν20 οὐσίαν φασὶ καὶ τὴν γέννησιν ὡσαύτως εἰς οὐσίαν ἀνάγουσιν. ἀλλ' ὥσπερ ἀν θρώπου καὶ λίθου ἕτερα καὶ οὐ τὰ αὐτὰ γνωρίσματα (οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης ἑκατέρου λόγον ἐμψύχου τε καὶ ἀψύχου τὸ τί ἐστιν ὁριζόμενος), οὕτω πάντως ἄλλοις μὲν γνωρίζεσθαι τὸν ἀγέννητον σημείοις δώσουσιν, ἑτέροις δὲ τὸν γεννητόν. οὐκοῦν θεωρήσωμεν τὰ ἰδιάζοντα τοῦ ἀγεν νήτου θεοῦ ὅσα εὐσεβῶς λέγειν τε καὶ νοεῖν παρὰ τῆς ἁγίας γραφῆς περὶ αὐτοῦ μεμαθήκαμεν. 1.1.513 Τίνα οὖν ἔστι ταῦτα; οὐδένα οἶμαι τῶν Χριστιανῶν ἀγνοεῖν ὅτι ἀγαθὸς ὅτι χρηστὸς ὅτι ἅγιος δίκαιός τε καὶ ὅσιος ἀόρατός τε καὶ ἀθάνατος, φθορᾶς τε καὶ τροπῆς καὶ ἀλλοιώσεως ἀνεπίδεκτος, δυνατὸς σοφὸς εὐεργέτης κύ ριος κριτὴς πάντα τὰ τοιαῦτα. τί γὰρ δεῖ τοῖς ὁμολογου 1.1.514 μένοις ἐνδιατρίβοντα παρατείνειν τὸν λόγον; εἰ οὖν ταῦτα ἐν τῇ ἀγεννήτῳ φύσει καταλαμβάνομεν, τὸ δὲ γεννηθῆναι τῷ μὴ γεννηθῆναι ὑπεναντίως ἔχει κατὰ τὴν ἔννοιαν, ἀνάγκη πᾶσα συνθέσθαι τοὺς τὴν ἀγεννησίαν καὶ τὴν γέννησιν οὐ σίαν εἶναι ὁριζομένους κατὰ