165
τοῦ τῆς σοφίας ὀνόματος ὁμολογοῦντος τὸ ἐκτίσθαι ὑπὸ τοῦ τὰ πάντα ποιή 3.1.22 σαντος τὴν φωνὴν ταύτην προτείνονται. ἐγὼ δὲ φανερὰν μὲν ἡγοῦμαι τοῖς προσεχεστέροις τε καὶ φιλοπονωτέροις τὴν εὐσεβῆ τοῦ ῥητοῦ τούτου διάνοιαν, ὡς μηδεμίαν γενέσθαι βλάβην κατὰ τοῦ λόγου τῆς πίστεως τοῖς πεπαιδευμένοις τὰ τῆς παροιμίας αἰνίγματα· πλὴν δι' ὀλίγων οἶμαι δεῖν τὸν περὶ τούτου λόγον διαλαβεῖν, ὡς ἂν φανερώτερον τῆς τοῦ ῥητοῦ τούτου διανοίας ἐκκαλυφθείσης μηδαμόθεν ἔχοι παρρησίαν ὁ τῆς αἱρέσεως λόγος, ὡς ἐκ τῆς θεοπνεύστου 3.1.23 γραφῆς τὴν μαρτυρίαν ἔχων. ὁμολογεῖται μὲν γὰρ παρὰ πάντων ἐν τῇ γραφικῇ καταχρήσει τὸ τῆς παροιμίας ὄνομα μὴ κατὰ φανεροῦ τετάχθαι νοήματος, ἀλλ' ἐπί τινος κε κρυμμένης λέγεσθαι διανοίας, οὕτω τοῦ εὐαγγελίου τὰς αἰνιγματώδεις τε καὶ ἀσαφεῖς ῥήσεις παροιμίας κατονομά ζοντος, ὡς εἶναι τὴν παροιμίαν, εἴ τις ὅρῳ τὴν ἑρμηνείαν τοῦ ὀνόματος τούτου διαλαμβάνοι, λόγον δι' ἑτέρων τῶν κατὰ τὸ πρόχειρον νοουμένων ἕτερόν τι κατὰ τὸ κρυπτὸν ἐνδεικνύμενον, ἢ λόγον οὐκ ἐπ' εὐθείας τὸν τοῦ νοήματος σκοπὸν προδεικνύοντα, ἀλλὰ κατὰ τὸ λοξὸν τὴν διδασκαλίαν 3.1.24 ποιούμενον διὰ πλαγίας ἐμφάσεως. τῷ δὲ βιβλίῳ τούτῳ κατ' ἐξαίρετον τὸ τοιοῦτον ἐπιγέγραπται ὄνομα, καὶ τῆς προσηγορίας ταύτης αἱ ἐμφάσεις εὐθὺς ἐν τοῖς προοιμίοις παρὰ τοῦ σοφοῦ Σολομῶντος διῄρηνται. οὐ γὰρ γνώμας οὐδὲ συμβουλὰς οὐδὲ διδασκαλίαν σαφῆ τοὺς ἐν τῷ βιβλίῳ τούτῳ λόγους, ἀλλὰ παροιμίας ὠνόμασεν, ἐπαγαγὼν τὴν ἑρμηνείαν, τί βούλεται τοῦ ὀνόματος τούτου τὸ σημαινό μενον· Γνῶναι γάρ, φησί, σοφίαν καὶ παιδείαν, οὐ κατὰ τὴν κοινὴν ἐπὶ τῶν ἄλλων μαθημάτων συνήθειαν προτάξας τῆς σοφίας τὴν παίδευσιν, ἀλλὰ σοφὸν ἐκ προπαιδεύσεως γενέ σθαι πρῶτον διακελεύεται, εἶθ' οὕτως τὴν ἐκ τῆς παροι μίας παιδείαν χωρῆσαι. φρονήσεως γὰρ εἶναι λόγους, φησί, 3.1.25 διὰ στροφῆς τὸν σκοπὸν ἐκκαλύπτοντας. τὸ γὰρ μὴ ἐπ' εὐθείας νοούμενον στροφῆς τινος χρῄζει πρὸς τὴν τοῦ κεκρυμμένου κατάληψιν, καὶ ὥσπερ ὁ Παῦλος ἀλλάξειν ἑαυτοῦ τὴν φωνὴν ἐπηγγείλατο, μέλλων μετατιθέναι τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν, οὕτως ἐνταῦθα ἡ τῶν κε κρυμμένων φανέρωσις στροφὴ λόγου παρὰ τοῦ Σολομῶντος κατονομάζεται, ὡς οὐ δυναμένου κατανοηθῆναι τοῦ κάλ λους τῶν νοημάτων, εἰ μή τις τοῦ λόγου τὸ προφαινό μενον εἰς τὸ ἔμπαλιν ἀναστρέψας ἴδοι τὴν ἀποκεκρυμμένην αὐγὴν τοῦ νοήματος· οἷον ἐπὶ τοῦ πτεροῦ συμβαίνει, ᾧ 3.1.26 κατὰ τὸ οὐραῖον ὁ ταὼς καλλωπίζεται. ἐπὶ τούτου γὰρ ὁ μὲν τὰ νῶτα τοῦ πτεροῦ θεασάμενος κατὰ τὸ ἀκαλλές τε καὶ ἄμορφον καταφρονεῖ πάντως ὡς εὐτελοῦς τοῦ θεά ματος· εἰ δέ τις ἀναστρέψας αὐτοῦ τὴν ἑτέραν ὄψιν προ δείξειεν, ὁρᾷ τὴν ποικίλην ζωγραφίαν τῆς φύσεως καὶ τὸν ἡμιτελῆ κύκλον ἐν πορφυρᾷ τῇ βαφῇ κατὰ τὸ μέσον ἐκ λάμποντα καὶ τὸν χρυσοειδῆ περὶ τὸν κύκλον ἀέρα ταῖς πολυχρόοις ἴρισι κατὰ τὸ ἄκρον διεζωσμένον τε καὶ λαμ πόμενον. ἐπεὶ οὖν οὐδὲν τῷ προχείρῳ τῆς λέξεως ἔπεστι κάλλος (Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι λέως ἔσωθεν, ἐν τοῖς χρυσοῖς νοήμασι τῷ κρυπτῷ δια λάμπουσα κόσμῳ), ἀναγκαίως ὁ Σολομὼν τοῖς ἐντυγχάνουσι τούτῳ τῷ βιβλίῳ τὴν τοῦ λόγου στροφὴν ὑποτίθεται, ἵνα διὰ τούτου νοήσωσι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. 3.1.27 Ταῦτα τοίνυν περιεχούσης τῆς παροιμιακῆς ταύτης διδασκαλίας, οὐδὲν ἄν τις τῶν εὖ φρονούντων ἀνεξετάστως τε καὶ ἀθεωρήτως τῶν ἐκ τῆς βίβλου ταύτης προφερομένων δέξεται, κἂν ὅτι μάλιστα σαφὲς ἐκ τοῦ προχείρου καὶ γνώ ριμον τυγχάνῃ. πάντως γὰρ ὕπεστί τις καὶ τοῖς προδήλοις εἶναι δοκοῦσιν ἡ κατὰ ἀναγωγὴν θεωρία. εἰ δὲ τὰ πρόχειρα τῆς γραφῆς ταύτης ἀναγκαίως ἐπιζητεῖ τὴν λεπτομερεστέραν ἐξέτασιν, πόσῳ μᾶλλον ἐκεῖνα οἷς πολὺ τὸ ἀσαφές τε καὶ 3.1.28 δυσθεώρητον ἐκ τῆς αὐτόθεν ἐστὶ κατανοήσεως; ἐξετάσω μεν τοίνυν ἐκ τῆς περὶ τὸν τόπον ἐκεῖνον συμφράσεως τῶν ῥημάτων, εἴ τι σαφὲς ἡ τῶν παρακειμένων ἀνάγνωσις ἔχει. προδιαγράφει τὴν σοφίαν ὁ λόγος ῥήσεις τινὰς ἐξ οἰκείου