58
πᾶσι γνωρίμων τὰ ὑπο δείγματα. ὁ τοῦ πυρὸς τὸ φῶς τεθεαμένος καὶ τῆς θερ μαντικῆς αὐτοῦ δυνάμεως εἰς πεῖραν ἐλθών, εἰ ἄλλῳ τοι ούτῳ φωτὶ καὶ θερμότητι τοιαύτῃ πελάσειε, δηλονότι πρὸς τὴν τοῦ πυρὸς ἔννοιαν ἀναχθήσεται, ἐκ τῆς ὁμοιότητος τῶν φανέντων αὐτῷ διὰ τῆς αἰσθήσεως πρὸς τὴν συγγένειαν τῆς ἀπεργασαμένης αὐτὰ φύσεως ἐναγόμενος· οὐ γὰρ ἄν τι 1.1.443 κατὰ πάντα τὰ τοῦ πυρὸς ἐνεργήσειε μὴ πῦρ ὄν. οὕτως εἴπερ ὅμοιον καὶ ἴσον τὸν αὐτὸν τῆς προνοίας λόγον τῷ τε πατρὶ καὶ τῷ υἱῷ <ἐγ>καθορῶμεν, διὰ τῶν εἰς τὴν ἡμε τέραν γνῶσιν φθανόντων καὶ τῶν ὑπερπιπτόντων τὴν κατά ληψιν ἡμῶν στοχαζόμεθα, ὡς οὐκ ἂν τοῦ ἑτερογενοῦς κατὰ τὴν φύσιν τοῖς ἴσοις τε καὶ ὁμοίοις ἐνεργήμασι καταλη φθέντος. καὶ γὰρ ὅπως ἂν ἔχῃ πρὸς ἄλληλα τὰ ἐπιφαινό μενα ἑκάστῳ γνωρίσματα, οὕτως ἐξ ἀνάγκης καὶ τὰ ὑπο 1.1.444 κείμενα ἕξει. καὶ εἰ μὲν ἐναντίως ἔχει τὰ γνωρίσματα, ἐναντία χρὴ πάντως λογίζεσθαι καὶ τὰ διὰ τούτων δηλού μενα, εἰ δὲ ταῦτα ὡσαύτως, οὐδὲ ἐκεῖνα ἑτέρως. καὶ ὥσπερ δι' αἰνίγματος τῆς τῶν δένδρων φύσεως τοὺς καρ ποὺς ὁ κύριος εἶναί φησι τὰ σημεῖα, ὡς οὐκ ἐπαλλασσο μένων παρὰ φύσιν τῶν τοιούτων, οὐδὲ τοῖς κακοῖς τῶν ἀγαθῶν οὐδὲ τὸ ἔμπαλιν τοῖς καλοῖς τῶν ἐναντίων ἐφαρ μοζόντων (ἐκ γὰρ τῶν καρπῶν, φησί, τὰ δένδρα γνωρίζεται), οὕτω καὶ τοῦ καρποῦ τῆς προνοίας οὐδεμίαν ἔχοντος δια φοράν, μίαν ὁρῶμεν καὶ τὴν τοὺς καρποὺς τούτους ἐκ βλαστήσασαν φύσιν, κἂν ἐκ διαφόρων ὁ καρπὸς τῶν δέν 1.1.445 δρων προβάλληται. οὐκοῦν διὰ τῶν τῇ ἡμετέρᾳ καταλήψει γνωρίμων (γνώριμος δὲ ἡμῖν ἐστι τῆς προνοίας ὁ λόγος ὡσαύτως ἐπὶ πατρός τε καὶ υἱοῦ θεωρούμενος) ἀναμφί βολος γίνεται καὶ ἡ κατὰ τὴν φύσιν ὁμοιότης καὶ κοινωνία τοῦ μονογενοῦς πρὸς τὸν πατέρα, διὰ τῆς ταὐτότητος τῶν καρπῶν τῆς προνοίας γνωριζομένη. 1.1.446 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βια σθεὶς 20ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ ἀκολουθεῖν20, φησί, 20τῷ τῆς γεν νήσεως τρόπῳ τὸν τρόπον τῆς ὁμοιότητος20. ὢ τῆς ἀνάγκης τῶν ἀποδείξεων· ὡς βιαίως ἡμᾶς ἡ περιουσία τῆς ἐν τῷ λέγειν τέχνης καταναγκάζει τοῖς εἰρημέ νοις συντίθεσθαι. 20ἀκολουθεῖν20 λέγει 20τῷ τρόπῳ τῆς 1.1.447 γεννήσεως τὸν τρόπον τῆς ὁμοιότητος20. ὅσον τὸ τεχνικὸν καὶ περιεσκεμμένον τῆς ἀποφάσεως. οὐκοῦν ἂν γνωρισθῇ τρόπος γεννήσεως, συναπεδείχθη τούτῳ καὶ ὁ τρόπος τῆς ὁμοιότητος. ἐπειδὴ τοίνυν τῶν διὰ σαρκὸς τικτο μένων ζῴων πάντων ἢ τῶν πλείστων ὁ αὐτός ἐστι τῆς γεν νήσεως τρόπος, 20ἀκολουθεῖ20 δὲ κατ' αὐτοὺς 20τῷ τρόπῳ τῆς γεννήσεως ὁ τρόπος τῆς ὁμοιότητος20, πάντα τὰ κατὰ τὸν αὐτὸν τρόπον τικτόμενα ὁμοίως ἕξει πάντως πρὸς τὰ ὁμοίως γεννώμενα. [τὰ γὰρ τῷ αὐτῷ ὅμοια καὶ 1.1.448 ἀλλήλοις ἐστὶν ὅμοια.] εἰ οὖν ὁ τῆς γεννήσεως τρόπος, καθώς φησιν ὁ τῆς αἱρέσεως λόγος, ἑαυτῷ τὸ τικτόμενον ὁμοιοῖ, οὗτος δὲ κατ' οὐδὲν ἐν ταῖς ποικίλαις τῶν ζῴων διαφοραῖς ἀλλοιοῦται, ἀλλ' ὁ αὐτὸς ἐπὶ τῶν πλείστων ἐστίν, εὑρεθήσεται ἡ καθόλου καὶ δίχα τινὸς διορισμοῦ γενομένη ἀπόφασις πάντα ἀλλήλοις ὅμοια κατασκευάζουσα διὰ τὸ τῆς γεννήσεως ὅμοιον, ἄνθρωπον κύνα κάμηλον μῦν ἐλέ φαντα πάρδαλιν καὶ τὰ ἄλλα πάντα, ὅσα κατὰ τὸν ὅμοιον 1.1.449 τρόπον τίκτεσθαι πέφυκεν. ἢ οὐκ ἀλλήλοις φησὶν ὅμοια τὰ παραπλησίως τικτόμενα, ἀλλ' ἕκαστον ἐκείνῳ μόνῳ, παρ' οὗ τὴν γένεσιν ἔχει; ἀλλ' εἰ τοῦτο λέγειν ἐβούλετο, τῷ τίκτοντι ὅμοιον ἔδει τὸ τικτόμενον ἀποφήνασθαι, οὐχὶ 20τρό 1.1.450 πῳ γεννήσεως ὁμοιότητος τρόπον20. ἀλλ' ὃ μὲν εἰκός ἐστι καὶ ἐν τῇ φύσει θεωρεῖται, τὸ ὁμοιογενὲς εἶναι τῷ γεννῶντι τὸ γεννώμενον, τοῦτο οὐ δέχεται, ὡς ἂν μὴ εἰς τοὐναντίον αὐτῷ περιτραπείη τὸ κατασκεύασμα. εἰ γὰρ τῷ γεννῶντι τὸ τικτόμενον ὅμοιον ἔλεγε, φροῦδα πάντα καὶ ἀνυπόστατα τὰ φιλοπόνως αὐτῷ συντεθέντα περὶ τῆς ἀνο μοιότητος τῶν οὐσιῶν ἀπηλέγχετο. 1.1.451 Νυνὶ δὲ 20τρόπῳ γεννήσεως τρόπον20 φησὶν 20ὁμοι ότητος ἕπεσθαι20. τοῦτο δὲ τοῖς ἀκριβῶς ἐπισταμέ νοις ἐξετάζειν