De spiritibus (excerpta)

 Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς κα

 δισσοῦ, ψιλοῦται. οἷον Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτταγὴν, εἶδος ὄρνιθος κατ

 μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,ἀν

 τὸ ἀγαθόν. ὡς τὸ, θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ, ἕο μέγ' ἀμείνονα φῶτα Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

 ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.

 ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐ

 ἠχθέ σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου. 203 Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο 203 μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατ

 κητώεσσαν. 205 τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα γωγὴ εἴωθεν ἀλλάσσειν καὶ

 τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ 207 λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ ο

 ὁ βουνός. ὀργίζομαι. Ὀῤῥὸς, τὸ γάλα. Ὀῤῥωδῶ,τὸ δειλιῶ. ὀρχοῦμαι. ὀρθός. Ὄρπηξ, ὁ κλάδος. ὀρφεύς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ὁρῶ, τὸ βλέπω. ὅρος, ἀρσενικόν

 Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ' 211 αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό

 1 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ' οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ' Ὅμηρον, Πρόσθεν ἕθεν φ

 ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί-σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τ

τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ 207 λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ οὗτος, καὶ ὁ δεῖνα. τὸ μέντοι Ὀδυσσεὺς οἱ μὲν δι' ἑνὸς σ γράφοντες δασύνουσιν αὐτό· ἐτυμολογοῦντες παρὰ τὴν ὁδὸν καὶ τὸ ὕω τὸ βρέχω. Ἱστόρηται γὰρ, ὅτι ἡ μήτηρ Ἀντίκλεια πρὸς γάμον δοθεῖσα τῷ Λαέρτῃ ἐγέννη σεν αὐτὸν καθ' ὁδὸν ὑετοῦ γενομένου. διὸ καὶ Ὀδυσσεὺς ἐκλήθη. Οἱ δὲ ψιλοῦσιν, ἐτυμολογοῦντες ἀπὸ τοῦ Ὀδύσσω, τὸ ὀργίζομαι. ὀργίλῳ γὰρ ἐῴκει, ὅτε ἐδημηγόρει. καθὰ δηλοῖ καὶ Ὅμηρος λέγων περὶ αὐτοῦ, Φαίης κεν ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονα τ' αὔτως. φαίνονται οὖν καὶ ἀμφότεραι αἱ ἐτυμολογίαι ἀρεσταί. εὕ ρηται δὲ παρ' Ὁμήρῳ ψιλούμενον καὶ δι' ἑνὸς σ γραφό μενον διὰ τὸ μετρούμενον, ὡς ἐν τῷ, Εὗρεν ἔπειτ' Ὀδυσῆα ∆ιῒ μῆτιν ἀτάλαντον. καὶ ἐν ἄλλοις πολλοῖς. εἰ δὲ καὶ παρὰ τὴν ὁδὸν ἐτυμολο γεῖται. οὐδὲν καθέστηκεν ἄπορον, πῶς οὐ δασύνεται. εἴρη ται γὰρ, ὡς αἱ παραγωγαὶ πολλάκις εἰώθασιν ἀμείβειν τὰ πνεύματα. ἅμα, ἄμυδις. ἰδίω, ἱδρώς. οὕτως καὶ ὁδὸς, Ὀδυσσεύς. Τὸ Ο πρὸ τοῦ Ε ψιλοῦται. Ὀεργίλος, κύριον. Ὀετὴς, ὁ ὁμοετὴς, κατὰ συγκοπήν. ὡς καὶ Ὄπατρος, ὁ ὁμόπατρος. Τὸ Ο πρὸ τοῦ Ζ ψιλοῦται. Ὄζος, ὁ κλάδος. ὄζω, ῥῆμα. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ Θ ψιλοῦται. οἷον ὀθόνη. Ὀθνεῖος, ὁ ξένος. Ὄθων, κύριον. Ὄθομαι, τὸ ἐπιστροφὴν ποιοῦμαι. ὡς τὸ, Οὐδ' ὄθομαι κοτέοντος. πλὴν τοῦ Ὅθι, ἀντὶ τοῦ ὅπου. καὶ ὅθεν. Τὸ Ο πρὸ τοῦ Ι ψιλοῦται. ὀϊστός. Ὀΐω, τὸ ὑπολαμ βάνω. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ Κ ψιλοῦται. οἷον ὄκνος. ὀκλάζω. ὀκρίβας. Ὀκριόεις, ὁ φρίκωδος † καὶ ὁ ταχύς. Ὀκέλλω, τὸ προσορμίζω τὴν ναῦν. καὶ τὰ λοιπά. πλὴν τῶν κατὰ τρο πὴν τοῦ Π εἰς Κ γινομένων κατὰ διάλεκτον Ἰωνικήν. οἷον Ὁκόσον, ἀντὶ τοῦ ὁπόσον. Ὁκοῖος, ἀντὶ τοῦ ὁποῖος. Ὅκως,ἀντὶ τοῦ ὅπως. καὶ τῶν ὁμοίων. 208 Τὸ Ο πρὸ τοῦ Λ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, συμ φώνου ἐπαγομένου ἢ φωνήεντος. ὄλεθρος. ὄλυμπος. ὄλισθος. Ὄλορος, κύριον. ὀλίγος. ὀλλύω. ὄλλω. Ὀλοοίτροχος, ὁ στρογγύλος λίθος. Ὄλβος, ὁ πλοῦτος. Ὀλμειὸς, ποταμός. Ὄλπη, ἡ λήκυθος, ὅ ἐστι τὸ ἐλαιοδόχον ἀγγεῖον, ἐλαιόπη τὶς οὖσα. πλὴν τοῦ ὅλος. Ὅλμος, ἡ ἔγδη. Ὅλκος, τὸ σῶμα τοῦ ὄφεως, καὶ πᾶν ἐπίμηκες σῶμα, καὶ ὁ λιμὴν, ἐν ᾧ αἱ ὁλκάδες ἵστανται. Ὁλκὰς, ἡ ναῦς. Ὁλκὴ, τὸ βάρος. ὅλως, ἐπίῤῥημα. ὁλικῶς. ὁλότος †. καὶ τῶν ἀπὸ τοῦ ὅλος. Τὸ Ο πρὸ τοῦ Μ, ἑνὸς ἢ δισσοῦ, φωνήεντος ἢ συμ φώνου ἐπαγομένου, ψιλοῦται. οἷον Ὀμῶ, τὸ ὀμνύω. Ὀμιχῶ, τὸ οὐρέω. ὀμίχλη. ὄμμα. ὀμματῶ. ὄμβρος. Ὄμφαξ, ἡ ὠμὴ σταφυλή. Ὀμόργνυσιν, ἀντὶ τοῦ ἀπομάσσει, καὶ ἀποσπογ γίζει. πλὴν τοῦ ὁμοῦ, καὶ τῶν ἐξ αὐτοῦ. οἷον ὁμαίμων. Ὅμορος, ὁ γείτων. ὁμευνέτης. ὁμῆλιξ. ὅμηρος. ὁμώνυμος. ὅμιλος. ὁμιλία. ὅμοιος. Ὁμοκλὴ, ἡ ἀπειλή. καὶ ὁμαλός. Τὸ Ο πρὸ τοῦ Ν, ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέ ξεσι, φωνήεντος ἢ συμφώνου ἐπαγομένου, ψιλοῦται. οἷον ὄναρ. ὄνυξ. Ὄνθος, ἡ τῶν βοῶν κόπρος. ὄνειρος. Ὀνείατα, τὰ βρώματα. καὶ Ὅμηρος. Οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. πρόσκειται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι. διὰ τὸ Ὅν, τὸ ἴδιον. καὶ Ὃν, ἀντὶ τοῦ ὅντινα, ἄρθρον ὑποτακτι-κὸν πτώσεως αἰτιατικῆς τῶν ἑνικῶν. Ὂν δὲ, τὸ ὑπάρχον, ψιλοῦται, Ἐὸν γὰρ ἦν, καὶ ἀφαιρέσει τοῦ ε γέγονεν ὄν. Τὸ Ο πρὸ τοῦ Ξ ψιλοῦται. οἷον ὄξος. ὀξύς. Ὀξύη, εἶδος δένδρου. Ὀξυόεν δόρυ, τὸ ταχὺ, ἢ τὸ ἐστομωμένον, ἢ τὸ ἀπὸ ὀξύης δένδρου κατεσκευασμένον. (ὡς καὶ Μείλινον, τὸ ἀπὸ μελίας· καὶ Οἰσύϊνον, τὸ ἀπὸ οἰσύας.) τινὲς δὲ τὸ καλῶς ἐξεσμένον ἀποδεδώκασιν. ἀπὸ γὰρ τοῦ ξύω γίνεται ξυόεν, καὶ πλεονασμῷ τοῦ Ο ὀξυόεν. Τὸ Ο πρὸ τοῦ Π ψιλοῦται. οἷον ὀπός. ὀπίσω. Ὀπὴ, ἡ τρύπα. ὀπώρα. καὶ Ὀπωρινὸς, καιρὸς καὶ βοῤῥᾶς. Ὡς δ' ὅτ' ὀπωρινὸς βορέης νεοαρδέ' ἀλωὴν Αἶψα ξηραίνει. Ὀπαδὸς, καὶ Ὀπάων, ὁ ἀκόλουθος. πλὴν τῶν ἐχόντων τῷ Π ἐπαγόμενον τὸ Λ, οἷον ὅπλον. ὁπλίζω. Ὁπλὴ, ὁ ὄνυξ. 209 καὶ τῶν ἀναφορικῶν. οἷον ὅποι, καὶ ὅπου. ὁπόθεν. ὁπόθι. ὁπότε. ὁποῖος. ὁπόσος. ὁπότερος. ὅπως. ὁπωσοῦν καὶ ὁπο σονοῦν. Τὸ Ο πρὸ τοῦ Ρ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ νου, ἢ τοῦ Ρ αὐτοῦ, ψιλοῦται. οἷον ὀρεύς. ὀρέγω. ὀρέστης. Ὄρος,