De spiritibus (excerpta)

 Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς κα

 δισσοῦ, ψιλοῦται. οἷον Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτταγὴν, εἶδος ὄρνιθος κατ

 μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,ἀν

 τὸ ἀγαθόν. ὡς τὸ, θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ, ἕο μέγ' ἀμείνονα φῶτα Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

 ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.

 ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐ

 ἠχθέ σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου. 203 Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο 203 μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατ

 κητώεσσαν. 205 τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα γωγὴ εἴωθεν ἀλλάσσειν καὶ

 τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ 207 λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ ο

 ὁ βουνός. ὀργίζομαι. Ὀῤῥὸς, τὸ γάλα. Ὀῤῥωδῶ,τὸ δειλιῶ. ὀρχοῦμαι. ὀρθός. Ὄρπηξ, ὁ κλάδος. ὀρφεύς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ὁρῶ, τὸ βλέπω. ὅρος, ἀρσενικόν

 Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ' 211 αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό

 1 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ' οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ' Ὅμηρον, Πρόσθεν ἕθεν φ

 ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί-σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τ

δισσοῦ, ψιλοῦται. οἷον Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτταγὴν, εἶδος ὄρνιθος καταστίκτου, τὸ λεγόμενον ταγηνά ριον. καὶ Ἄττα, ἀντὶ τοῦ τινὰ ἀορίστως. πλὴν τοῦ Ἅττα, ἀντὶ τοῦ ἅτινα. Ἅτε, ἀντὶ τοῦ καθά. καὶ Ἅτερος, ἀντὶ τοῦ ἕτερος. καὶ ἁτέρα, θηλυκόν. Τὸ Α πρὸ τοῦ Υ ψιλοῦται. Ἀϋτὴ, ἡ βοή. Ἀΰω, τὸ φωνῶ. ἐξ οὗ καὶ τὸ παρ' Ὁμήρῳ, ἀμφὶ δὲ νῆες Σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν. ἀντὶ τοῦ φωνησάντων. Τὸ Α πρὸ τοῦ Φ ψιλοῦται. οἷον ἄφνω. ἀφανής. Ἄφαρ, ἀντὶ τοῦ εὐθέως. πλὴν τοῦ Ἁφὴ, εἴτε τὴν χεῖρα σημαίνει, εἴτε τὴν ἔξαψιν. Τὸ Α πρὸ τοῦ Χ ψιλοῦται. οἷον Ἄχος, ἡ θλίψις. Ἄχθος, τὸ βάρος. ἄχυρον. ἀχιλλεύς. ἀχιτόφελ. ἀχαιός. ἀχυρμιά. ἀχαία. καὶ τὰ ὅμοια. Τὸ Α πρὸ τοῦ Ψ ψιλοῦται. οἷον Ἂψ, ἀντὶ τοῦ πάλιν, καὶ εἰς τοὐπίσω. ἐξ οὗ καὶ Ἄψοῤῥος, ὁ ὀπισθόρμητος. 193 Ἄψυρτος. καὶ τὰ λοιπά. πλὴν τῶν παρὰ τὸ ἅπτω, καὶ ἅπτομαι· Ἁψίκορος, ὁ ἅμα τοῦ ἅψασθαι κορεννύμενος, τουτέστιν, ὁ ταχέως χορταζόμενος. ἁψιμαχία. ἁψὶς, ἁψίδος. καὶ Ἅψεα, τὰ μέλη. Τὸ Α πρὸ τοῦ Ω μέγα ψιλοῦται. οἷον Ἄω, τὸ πνέω. Ἀωτᾶ, τὸ ὑπνώττω, καὶ ἀπανθίζω. καὶ Ὅμηρος, ὕπνον ἀωτεῖς. καὶ Ἀωρὶ, ἀντὶ τοῦ παρὰ καιρόν.

{1Καθολικοὶ κανόνες περὶ τοῦ Α.}1 Τὸ Α, εἴτε στέρησιν δηλοῖ, ὡς τὸ ἄφιλος καὶ ἄοικος· εἴτε ἐπίτασιν, ὡς τὸ Ἄξυλος ὕλη, ἡ πολύξυλος· εἴτε κακὸν, ὡς τὸ Ἄφωνος, ὁ κακόφωνος· εἴτε ὀλίγον, ὡς τὸ Ἀμαθὴς, ὁ ὀλιγομαθής· εἴτε πλεονάζει, ὡς ἐν τῷ, στάχυς ἄσταχυς, σταφὶς ἀσταφὶς, σπαίρω ἀσπαίρω· εἴτε τὸ ὀπίσω σημαίνει, ὡς τὸ Ἀκόλουθος, ὁ ὀπίσω τὴν κέλευθον ποιούμενος· εἴτε τὸ ὁμοῦ, ὡς τὸ Ἄλοχος, ἡ ὁμόκοιτος, καὶ Ἀκοίτης, ὁ ἀνήρ· εἴτε τὸ ἴσον, ὡς τὸ Ἀτάλαντον, τὸ ἰσόσταθμον, ψιλοῦται. Εἰ δὲ ἄθροισιν σημαίνει, δασύνεται. οἷον ἅπας. Ἁλίζω, τὸ συναθροίζω. τὸ μέντοι ἅλυσις, καὶ ᾅδης, κᾂν στερητικὸν ἔχωσι τὸ Α, δασύνονται. ἐκ γὰρ τοῦ Α στερητικοῦ μορίου, καὶ τοῦ λύω. καὶ ἐκ τοῦ Α, τοῦ σημαινομένου τὸ ὁμοῦ, καὶ τοῦ δῶ· πάντας γὰρ δεσμεῖ ὁ ᾅδης. Τὸ Α ἐν ταῖς προθέσεσι ψιλοῦται. ἀνά. ἀντί. ἀπό. ἐπειδὴ καὶ πᾶσα πρόθεσις ψιλοῦται. ἐκτὸς τῶν ἀπὸ τοῦ Υ ἀρχομένων. Τὸ Α πρὸ παντὸς φωνήεντος, κατὰ διάστασιν, ψι λοῦται. ἀαρών. ἀηδών. τὸ γὰρ αἷμα, καὶ τὰ τοιαῦτα, μὴ κατὰ διάστασιν ὄντα, δασύνονται. Τὸ Α ἐν τοῖς ὑποτακτικοῖς ἄρθροις δασύνεται. ἃ, ἃς, αἷς. ὡσαύτως καὶ ἐν τοῖς ∆ωρικοῖς. ἡμῶν, Ἁμῶν. ἡδὺ, Ἁδύ. Σημειωτέον, ὅτι τὸ Α πρὸ παντὸς φωνήεντος, καὶ πρὸ τῶν δύο δασέων τοῦ Θ Χ, καὶ πρὸ τοῦ Κ Ξ ψιλοῦ ται ἀεί. 194

ΑΡΧΗ ΤΟΥ Ε.

1 Τὸ Ε πρὸ τοῦ Α δασύνεται. οἷον Ἑανὸν, τὸ λεπτὸν ἱμάτιον, ἢ τὸ ποικίλον. Ἑὰ, τὰ ἀγαθά. Ἑάλω, ἀντὶ τοῦ ἐκρατήθη. Ἕαται, ἀντὶ τοῦ κάθηνται, παρ' Ὁμήρῳ, ὡς τὸ, Οἳ δὴ νῦν ἕαται σιγῇ. καὶ τὰ λοιπά. πλὴν τοῦ ἔαρ καὶ τῶν ἐξ αὐτοῦ. Ἐαρίζω. Ἐαρινὸς καιρός. Ἐάω, τὸ καταλιμπάνω. καὶ τῶν ἐξ αὐτοῦ. καὶ Ἐαδότα, τὸν ἀρέσκοντα. Τὸ Ε πρὸ τοῦ Β ψιλοῦται, εἰ μὴ ἐπάγοιτο τῷ Β τὸ ∆ ἢ τὸ Ρ. οἷον Ἔβενος, ξύλον. Ἔβερ, κύριον. Ἐβιωναῖος, ὄνομα αἱρετικῶν τινῶν. καὶ τὰ ὅμοια. τὸ μέντοι ἕβδομος, ἑβραῖος, καὶ ὅσα ἐξ αὐτῶν, δασύνονται· ὅτι ἐπά γοιτο τῷ Β τὸ ∆ καὶ τὸ Ρ. Τὸ Ε πρὸ τοῦ Γ ψιλοῦται ἀεί. οἷον ἐγώ. ἐγείρω. ἐγγύς. Τὸ Ε πρὸ τοῦ ∆ ψιλοῦται. οἷον ἔδαφος. Ἔδεσσα, πόλις. Ἐδὸς, ὁ λαίμαργος. Ἔδω, τὸ ἐσθίω. Ἐδητὺς, ἡεὐωχία. Ἐδωδὴ, ἡ τροφή. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕδος, τὸ ἔδαφος, ἕδρα, καὶ τῶν ἐξ αὐτοῦ, ἑδραῖος, ἑδράζω, ἑδραίωμα. σὺν τούτοις Ἕδνον, ἡ προίξ. Ἑδώλιον, ἡ τῶν ἐρεσσόντων καθέδρα. Ἑδανὸν, τὸ ἡδύ. καὶ Ἑδεῖται, ἀντὶ τοῦ καθίσει. Τὸ Ε πρὸ ἑαυτοῦ ψιλοῦται. οἷον ἐείκοσιν, ἀντὶ τοῦ εἴκοσιν. Ἐεισάμενος, ἀντὶ τοῦ ὁμοιωθείς. καὶ Ὅμηρος, Τῷ