De spiritibus (excerpta)

 Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς κα

 δισσοῦ, ψιλοῦται. οἷον Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτταγὴν, εἶδος ὄρνιθος κατ

 μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,ἀν

 τὸ ἀγαθόν. ὡς τὸ, θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ, ἕο μέγ' ἀμείνονα φῶτα Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

 ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.

 ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐ

 ἠχθέ σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου. 203 Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο 203 μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατ

 κητώεσσαν. 205 τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα γωγὴ εἴωθεν ἀλλάσσειν καὶ

 τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ 207 λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ ο

 ὁ βουνός. ὀργίζομαι. Ὀῤῥὸς, τὸ γάλα. Ὀῤῥωδῶ,τὸ δειλιῶ. ὀρχοῦμαι. ὀρθός. Ὄρπηξ, ὁ κλάδος. ὀρφεύς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ὁρῶ, τὸ βλέπω. ὅρος, ἀρσενικόν

 Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ' 211 αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό

 1 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ' οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ' Ὅμηρον, Πρόσθεν ἕθεν φ

 ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί-σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τ

Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς καὶ Ἀλύτης, πολλὴν γὰρ χώραν περιτρέχει· τινὲς δὲ δασύνουσιν, ἁλυκὸν ὕδωρ λέγοντες ἔχειν αὐτόν. Ἄλυς δὲ, ἡ ἀδημονία, παρὰ πᾶσι ψιλοῦται. 20Ἄλλως20. Τὸ Α πρὸ τοῦ Λ, ἐπαγομένου συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων, ἢ τῆς δευτέρας, ἢ τῆς τρίτης, ψιλοῦται. οἷον, Ἄλπεις, ὄνομα ὄρους ἐν Ἰταλίᾳ. Ἀλφειὸς, ποταμὸς ἐν Ἀρκαδίᾳ. ἀλγηδών. Ἀλκὴἡ δύναμις. Ἀλδήσκω, τὸ αὐξάνω. Ἀλθαία, εἶδος βοτά-νης. καὶ Ἀλθαίνω, τὸ θεραπεύω. ὅθεν τὸ Ἀλκυὼν, ὄνομα ὀρνέου τινὸς ἐν τῇ θαλάσσῃ τίκτοντος, εἰ καὶ παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν ἐτυμολογεῖται, ἀλλ' ὅμως ψιλοῦται, διότι ἐπάγεται τὸ Κ. ὡσαύτως καὶ τὸ ἆλτο. καὶ τοῦτο δείκνυσιν ἡ συναλοιφή. φησὶ γὰρ Ὅμηρος ἐν τῇ Φῖ ῥαψῳδίᾳ τῆς Ἰλιάδος, Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων. Τὸ Α πρὸ τοῦ Μ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον ἀμνός. Ἀμύνω, τὸ βοηθῶ. καὶ Ἀμύνομαι, τὸ τιμωρῶ. ἀμείβω. Ἀμῶ, τὸ θερίζω. Ἄμη, ἡ δρεπάνη. τινὲς δὲ δασύνουσι τὴν ἅμην, ἐτυμολογοῦντες ἀπὸ τοῦ ἅμα πολλοὺς τέμνειν στάχυας. Ἀμάλη, ἡ ἀγκάλη. ἀμαθύνω. Ἄμης, πλακοῦς. ἄμμος. ἄμαθος. Ἄμμυδις, Αἰολικῶς, ἀντὶ τοῦ ὁμοῦ. καὶ τὰ ἔχοντα τὸ Α στερητικόν. ἄμορφος. ἀμείλικτος. 191 πλὴν τοῦ ἅμα, καὶ τῶν ἐξ αὐτοῦ. οἷον Ἁμαρτῆ, ἀντὶ τοῦ ὁμοῦ. ἅμιλλα. ἁμιλλῶμαι. ἅμαξα. σὺν τούτοις, ἁματροχιά. ἁμαρτάνω. ἁμαρτία. ἁμαρτωλός. Ἅμμα, ὁ δεσμός. (γρ. τὸ σχοινίον) παρὰ τὸ ἅπτομαι. Ἁμὶς, τὸ οὐροδόχον ἀγγεῖον. Ἁμνίον, τὸ εἰς ὑποδοχὴν αἵματος ἐπιτήδειον ἀγγεῖον. καὶ Ὅμηρος, Περσεὺς δ' ἁμνίον εἶχε. γίνεται δὲ ἀπὸ τοῦ αἷμα αἱμνίον, καὶ ἁμνίον κατὰ ἀπο βολὴν τοῦ ι. Ἁμυδὶς, τὸ ὁμοῦ. ἁμωσγέπως. καὶ ἁμωσγέπη. τοῦτο δὲ παρὰ ἑτέροις ψιλοῦται, οἳ ἀπὸ τοῦ Ἀμὸς, ὃ σημαίνει τὸν ἡμέτερον, ἐτυμολογοῦσιν εἶναι. τὸ Ἄμμος παρὰ πᾶσι τοῖς Τεχνολόγοις δασυνόμενον εὗρον καὶ δι' ἑνὸς μ. ἡ μέντοι συνήθεια τοῦτο ψιλοῖ, καὶ διὰ δύο μμ γράφει. τὸ Ἅμαξα δασύνεται, ὡς εἴπομεν, ἐκ τοῦ ἅμα ἄγεσθαι ὑπὸ δύο βοῶν· τινὲς δὲ ψιλοῦσιν αὐτὸ, ἐτυμολο γοῦντες ἐκ τοῦ τὸν ἄμητον ἄγειν. ὅθεν καὶ Κατημαξευ μένας ὁδοὺς καὶ λέξεις λέγομεν τὰς συνήθεις καὶ κατατε τριμμένας. καὶ Ἀμαξιτὸς, ἡ ὁδός. δηλοῖ δὲ καὶ Ὅμηρος εἰπὼν, Τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο. Τὸ Α λῆγον εἰς Μ, ἐπιφερομένου συμφώνου, ψιλοῦ ται ἀεί. ἄμφω. ἀμφίς. ἄμπυξ. ἄμπελος. καὶ τὰ ὅμοια. Τὸ Α πρὸ τοῦ Ν ψιλοῦται. ἀνία. ἄνεμος. ἀνεμώλιον. Ἀνύω, ὃ καὶ Ἀνύτω Ἀττικῶς γράφεται. καὶ τὰ λοιπά.πλὴν τοῦ Ἁνδάνω, τὸ ἀρέσκω. ἐκ γὰρ τοῦ Ἥδω, τὸ εὐ-φραίνω, γινόμενον τὴν δασεῖαν ἐφύλαξε τοῦ γεννήσαντος. Τὸ Α πρὸ τοῦ Ξ ψιλοῦται ἀεί. ἄξων. ἀξίνη. ἀξία. Ἄξυλος ὕλη, ἡ πολύξυλος. καὶ Ἄξυλος, κύριον ὄνομα. Τὸ Α πρὸ τοῦ Ο ψιλοῦται. οἷον Ἄορ, τὸ ξίφος. Ἀολλέες, οἱ συνηθροισμένοι. Ἀοσσητὴρ, ὁ βοηθός. καὶ τὰ λοιπά. Τὸ Α πρὸ τοῦ Π ψιλοῦται. ἀπηνής. ἀπόλλων. Ἀπολ λῶτος, ὄνομα ἀποστόλου. ἀπάνθρωπος. ἀπώλεια. ἀπὸ, πρόθεσις· καὶ τὰ ἐξ αὐτῆς πάντα. πλὴν τοῦ ἅπας. ἁπλοῦς. ἁπλῶς, ἐπίῤῥημα. ἁπαλός. ἅπαξ. ἁπαξάπαντες. ἅπτομαι. καὶ ἅπαν. Τὸ Α πρὸ τοῦ Ρ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ νου, ψιλοῦται. οἷον ἀρά. ἀραῖος. ἀρέθας. ἄρσην. ἀριπρεπής. 192 ἄρδην. ἀρνός. ἄροτρον. ἄρης. ἀρητός. Ἀρβύλη, καὶ Ἀρβυ-λὶς, εἶδος ὑποδήματος. ἀργία. Ἄρδω, τὸ ποτίζω. Ἄργος, πόλις. ἀργός. ἄρμενον. ἀρμένιος. καὶ Ἀρμοῖ, ἀντὶ τοῦ νεωστὶ, παρὰ Λυκόφρονι, ὡς τὸ, Θύσσησιν ἀρμοῖ μηλάτων ἀπάργματα Θύουσαν. πλὴν τοῦ ἁρμόζω. ἁρμογή. ἁρμός. ἁρμονία. Ἁρμαλιὰ, ἡ τροφὴ, ὅπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται. ἅρμα. Ἅρκυς, ἡ παγίς. Ἅρπη, ἡ δρεπάνη. Ἅρπυια, εἶδος ἀνέμου σφοδροῦ. ἁρπάζω. ἅρπαξ. ἁρπαλέος. καὶ τῶν λοιπῶν, τῶν ἐχόντων ἐπαγόμενον τὸ Π. Τὸ Α πρὸ τοῦ Σ, ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, φωνήεν τος ἢ συμφώνου ἐπαγομένου. ἀσία. Ἄση, ἡ βλάβη. Ἀσά-μινθος, ἡ λεκάνη· παρὰ τὸ τὴν Ἄσιν, τουτέστι τὸν ῥύπον, μινύθειν καὶ ἐλαττοῦν. Ἆσσον, ἀντὶ τοῦ ἐγγύς. ἀσσυρία. ἀσκός. ἀσσύριος. ἀσπίς. ἄστυ. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἅσσα, ἀντὶ τοῦ ἅτινα. Ἄσσα δὲ, ἀντὶ τοῦ τινὰ ἀορίστως, ψιλοῦται. Τὸ Α πρὸ τοῦ Τ, ἢ ἑνὸς ἢ