De spiritibus (excerpta)

 Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς κα

 δισσοῦ, ψιλοῦται. οἷον Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτταγὴν, εἶδος ὄρνιθος κατ

 μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,ἀν

 τὸ ἀγαθόν. ὡς τὸ, θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ, ἕο μέγ' ἀμείνονα φῶτα Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

 ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.

 ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐ

 ἠχθέ σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου. 203 Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο 203 μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατ

 κητώεσσαν. 205 τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα γωγὴ εἴωθεν ἀλλάσσειν καὶ

 τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ 207 λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ ο

 ὁ βουνός. ὀργίζομαι. Ὀῤῥὸς, τὸ γάλα. Ὀῤῥωδῶ,τὸ δειλιῶ. ὀρχοῦμαι. ὀρθός. Ὄρπηξ, ὁ κλάδος. ὀρφεύς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ὁρῶ, τὸ βλέπω. ὅρος, ἀρσενικόν

 Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ' 211 αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό

 1 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ' οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ' Ὅμηρον, Πρόσθεν ἕθεν φ

 ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί-σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τ

ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐκ τοῦ ἥλιος ἱστοροῦντες. Ἠλι τόμηνον, τὸ ἡμιτελὲς κύημα, ἀπὸ τοῦ ἀλίζω, τὸ ἁμαρτά νω, καὶ τοῦ μὴν μηνὸς, τὸ ἐστερημένον τῆς ἐννεαμήνου 201 γεννήσεως. ἠλίθιος. ἠλιθιότης. καὶ τὰ λοιπά. πλὴν τοῦ ἥλιος. Ἧλος, τὸ καρφίον. ἡλικία. καὶ τῶν ἐξ αὐτῶν. ἡλιο ειδής. Ἡλῶ, τὸ προσπαρφῶ †. ἥλιξ, ἥλικος, ἡλικιώτης. Ἥλων, ἀντὶ τοῦ ἐκρατήθην, ἀπὸ κλίσεως τοῦ ἁλῶ. Ἥλισεν, ἀντὶ τοῦ συνήθροισεν. Ἥλατο, ἀντὶ τοῦ ἐπήδησεν. Ἡλκω-μένος, ὁ τετραυματισμένος. τούτων γὰρ τὰ θέματα δασύ νονται. τὰ δὲ λοιπὰ, ὅσα ἔχουσιν ἀπὸ κλίσεως τὸ Η, ψιλοῦνται. οὐ γὰρ ἔχουσιν ἀπὸ πρωτοτύπου φωνῆς τὸ δασὺ πνεῦμα. οἷον Ἠλόμην, τὸ ἐπλανώμην. ἠλαυνόμην. ἤλειψα. καὶ τὰ ὅμοια. Τὸ Η πρὸ τοῦ Μ ψιλοῦται. ἦμαρ. Ἠμάτιον, ἀντὶ τοῦ καθ' ἡμέραν. Ἦμος. Ἠμαθόεις, ὁ ψαμμώδης. Ἠμωδὸν, ὄρος. Ἠμὶ, τὸ φημί. Ἠμύω, τὸ ἐπικλίνω. καὶ Ὅμηρος, ἐπί τ' ἠμύει ἀσταχύεσσι. καὶ τὰ λοιπά. πλὴν τοῦ ἡμέρα. ἥμερος. ἡμερῶ, ῥῆμα. ἥμισυ. ἡμιόλιον. ἡμεῖς. ἡμέτερον. ἡμεδαπός. Ἥμων, ὁ ἀκοντιστής. καὶ ἀπὸ κλίσεως Ἡμμένος, ἐκ τοῦ ἅπτω. Ἥμενος, ὁ καθήμενος. τὸ δὲ Ἠμήκει, ἀντὶ τοῦ ἐθέρισεν, ἐκ τοῦ ἀμῶ, ψιλοῦται. Τὸ Η πρὸ τοῦ Ν ψιλοῦται. οἷον Ἦνις, ὁ ἐνιαύσιος. Ἦνοψ, ὁ μέλας, ἢ ὁ λαμπρός. Ἠνορέη, ἡ ἀνδρία. Ἠνεμόεις, ὁ ὑψηλός. καὶ Ἠνεμόεσσα, ἡ ὑψηλή. καὶ τὰ ἀπὸ κλίσεως, οἷον ἠνόχλησα. ἠναιδησάμην. ἠνιάθην. καὶ Ἠνί παπεν, ἀντὶ τοῦ ἐκακολόγησε. πλὴν τοῦ Ἡνία, ὁ χαλινὸς, καὶ Ἡνίον, τὸ αὐτό. καὶ τῶν ἐξ αὐτοῦ. ἡνίοχος. ἡνιοχεύω. ἡνιοχεία. ἡνίκα. Ἥνδανεν, ἀπὸ τοῦ ἁνδάνω. καὶ Ὅμηρος, Βουλὴν Ἥρα θεοῖσιν ἐφήνδανε μητιόωσι. Τὸ Η πρὸ τοῦ Ξ ἐν τῷ ἥξω μέλλοντι μόνῳ εὑρίσκε ται καὶ δασύνεται. τὰ δὲ ἔχοντα αὐτὸ ἀπὸ κλίσεως ψιλοῦν ται. οἷον ἠξίωσα. Ἦξεν, ἀντὶ τοῦ ἤγαγε. Τὸ Η πρὸ τοῦ Ο ψιλοῦται. οἷον Ἠονεὺς, κύριον. καὶ ἀπὸ κλίσεως Ἠόνει, ἀντὶ τοῦ ἔβραχε. Τὸ Η πρὸ τοῦ Π ψιλοῦται. Ἠπῶ, τὸ ῥάπτω. Ἠπεδανὸς, ὁ ἀσθενῶν, καὶ ὁ χθαμαλός. Ἤπιος, ὁ πρᾶος. Ἠπεροπευτὴς, ὁ ἀπατεών. Ἤπειρος, ἡ γῆ. καὶ τὰ λοιπά. πλὴν τοῦ ἧπαρ, ἥπατος. ὅθεν καὶ ἡπατοσκοπία. καὶ τῶν ἐξ αὐτοῦ. 202 Τὸ Η πρὸ τοῦ Ρ, μετὰ φυσικοῦ μακροῦ, δασύνεται. οἷον ἥρα. ἥρως. Ἥρων, κύριον. ἡρώδης. ἡρωδιανός. ἡρακλῆς. μετὰ δὲ βραχέος ψιλοῦται. οἷον Ἠριδανὸς, ποταμός. Ἠρύγιον, εἶδος βοτάνης. ἠριγένεια. ἠριγόνη. Ἠρίον, ὁ τάφος. Ἤρεμος, ὁ ἥσυχος. ἠρεμῶ. ἠρεμία. Ἠριγέρων, βο-τάνη, παρὰ τὸ ἐν τῷ ἦρι γηρᾷν. Ἠρινὸς καιρὸς, ὁ ἐαρι νός. καὶ Ἠρέταινος, κύριον. τὸ μέντοι ἡρόδοτος καὶ ἡρό φιλος, ἐκ τοῦ ἥρα γεγονότα κατὰ τροπὴν τοῦ μακροῦ εἰς βραχὺ, δασύνονται. τὸ δὲ ἠρόμην, καὶ ἠρήρειστο, καὶ ἤρετο, ἐκ κλίσεως ὄντα, ψιλοῦται. Τὸ Η πρὸ τοῦ Σ, φωνήεντος ἢ συμφώνου ἐπαγο μένου, ἢ αὐτοῦ τοῦ Σ, δασύνεται. οἷον Ἧσις, ἡ ἡδονή. καὶ ὅσα ἀπὸ τοῦ ἥδω. Ἥσθην, ἀντὶ τοῦ ηὐφράνθην. καὶ Ἧσαι, ἀντὶ τοῦ εὐφρᾶναι. ἡσαΐας. ἡσαῦ. ἡσίοδος. Ἡσιόνη, κύριον. Ἥσυχος, ὁ ἤρεμος. ἡσυχάζω. ἡσυχία. Ἥσσων, ὁ ἐλάττων. Ἧσσα, ἡ τροπή. πλὴν τοῦ Ἠσὶν, ἀντὶ τοῦ φησὶν, ὅπερ ἀπὸ θέματος ἔχει τὸ η. καὶ χωρὶς τῶν ἀπὸ κλίσεως· Ἦσα, ἀντὶ τοῦ ἔλεξα. Ἦσται, ἀντὶ τοῦ λέλεκται. Ἤσθιον, τὸ ἔτρωγον. Ἦσθα, ἀντὶ τοῦ ὑπῆρχες. Ἤσθη,ἀντὶ τοῦ ἐλέχθη. τὸ μέντοι Ἧστο, ἀντὶ τοῦ ἐκάθητο. καὶ Ἧσται, ἀντὶ τοῦ καθῆσθαι, ἐκ τοῦ ἕω γινόμενα, δασύνονται. Τὸ Η πρὸ τοῦ Τ ψιλοῦται. Ἦτορ, ἡ ψυχή. Ἦτρον, τὸ ἧπαρ, ἢ τὸ ἔντερον. Ἦτα, τὸ στοιχεῖον. Ἤτοι, ἐφερμηνευτικὸς σύνδεσμος. καὶ ἀπὸ κλίσεως ἠτήσατο. ἠτιά σατο. ἠτύχησεν. ἠτίμησε. καὶ ἕτερα. πλὴν τοῦ ἧττα. καὶ ἡττῶ. καὶ ἥττων. καὶ τῶν ἀπὸ κλίσεως δασυνομένων. Ἡται ρηκὼς, ὁ πορνεύσας. καὶ ἡτοίμασα. τὸ δὲ ἥτις ἐκ τοῦ ἣ ἄρθρου καὶ τοῦ τὶς γέγονε, διὸ καὶ δασύνεται. Τὸ Η πρὸ τοῦ Υ ψιλοῦται ἀεί. Ἠῢς, ὁ πλατύς. ἠϋγένειος. ἠΰκομος. Ἠΰτε, ἀντὶ τοῦ καθά. Τὸ Η πρὸ τοῦ Φ δασύνεται ἀεί. ἥφαιστος. ἡφαι στίων. χωρὶς τῶν ἀπὸ κλίσεως· ἠφειδηκώς. Ἤφυσεν, ἀντὶ τοῦ ἤντλησεν. ἠφίει. καὶ τὰ λοιπά. Τὸ Η πρὸ τοῦ Χ ψιλοῦται. ἠχῶ. καὶ ὅσα ἀπὸ τοῦ ἦχος. καὶ ὅσα ἀπὸ κλίσεως. Ἦχεν, ἀντὶ τοῦ ἔφερεν.