1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

δεομένοις τούτου εἰς τὴν ἑξῆς ἐπιφερομένην ἐπαγγελίαν· αὕτη δὲ ἦν τὸ δύνασθαι ἀφιέναι ἁμαρτίας διὰ τῆς τοῦ ἁγίου Πνεύματος δυνάμεως. Καὶ οὕτως ἐξ ἀμφοτέρων τῶν εὐαγγελιστῶν εἷς κοινωνὸς ἀπαρτισθήσεται λόγος, τῶν μὲν παρὰ τῷ Λουκᾷ λελεγμένων, σιωπηθέντων παρὰ τῷ Ἰωάννῃ· τῶν δὲ ὑπὸ τοῦ Ἰωάννου γραφῇ παραδοθέντων, σιγῇ ταμιευθέντων παρὰ τῷ Λουκᾷ· καὶ πρώτων μὲν τῶν παρὰ τῷ Λουκᾷ λελεγμένων, ἑξῆς δὲ ἐκείνοις συναπτομένων τῶν παρὰ τῷ Ἰωάννῃ· οὕτω τε ἕνα νοῦν καὶ μίαν διάνοιαν σωζόντων τῶν παρ' ἀμφοτέροις. Ταῦτα μὲν ταύτῃ.

Ιʹ. Πῶς δὲ παρὰ μὲν τῷ Ματθαίῳ ἄγγελος ὀφθεὶς ταῖς γυναιξὶ παρήγγειλεν

ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, ὅτι, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, ὁμοίως 22.1004 δὲ καὶ παρὰ τῷ Μάρκῳ ὁ νεανίσκος, ὃν εἶδον καθήμενον ἐν τοῖς δεξιοῖς, ταῦτα εἶπε ταῖς γυναιξί. Παρὰ δὲ τῷ Λουκᾷ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ἠθροισμένων κατὰ τὸ αὐτὸ τῶν μαθητῶν τῶν ἕνδεκα, καὶ τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ ἀλλήλοις ὑφηγουμένων, ἔστη μέσος αὐτὸς, καὶ προσδιαλέγεται, καὶ ἰχθύος ὀπτοῦ μέρος ἐνώπιον αὐτῶν ἔφαγε. Καὶ κατὰ τὸν Ἰωάννην δὲ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ πάλιν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον ὤφθη τοῖς ἕνδεκα, πρῶτον μὲν καὶ αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως, ὀψίας· εἶτα μεθ' ἡμέρας ὀκτώ. Πῶς οὖν κατὰ τὸν Λουκᾶν καὶ τὸν Ἰωάννην τοσαυτάκις ὀφθέντος αὐτοῦ τοῖς μαθηταῖς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, κατὰ τὸν Μάρκον καὶ τὸν Ματθαῖον κελεύονται οἱ αὐτοὶ διὰ τῶν γυναικῶν εἰς τὴν Γαλιλαίαν ἀπελθεῖν, ὡς ἐκεῖ αὐτὸν ὀψόμενοι, ἀλλ' οὐ μέλλοντες αὐτὸν θεᾶσθαι ἐν τῇ Ἱερουσαλήμ; Ἔτι εἰ μὲν τοὺς ἕνδεκα μόνους μαθητὰς τοῦ Σωτῆρος ἡ τῶν Εὐαγγελίων ἠπίστατο γραφὴ, καὶ οὕτως εἶπεν ἄν τις μηδὲν τὸν λόγον λείπειν, εἰ τέως μὲν ἀπιστοῦντας ταῖς τῶν γυναικῶν ἐπαγγελίαις τοὺς αὐτοῦ μαθητὰς θεραπεύων, ἅπαξ καὶ δεύτερον αὐτοῖς λαθραίως κρυπταζομένοις ἐν Ἱερουσαλὴμ ἐφάνη· ἔν γε μὴν τῇ Γαλιλαίᾳ οὐκέτ' ἐπικεκρυμμένως, οὐδὲ ἅπαξ οὐδὲ δεύτερον, ἀλλ' οὐδ' ἐγκεκλεισμένοις διὰ τὸν φόβον τῶν Ἰουδαίων, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ τὴν θεοφάνειαν αὐτοῦ, καὶ τῆς θεότητος τὴν ἔνδειξιν ἐποιεῖτο, παριστῶν αὐτοῖς ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν, ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενός τε καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναυλιζόμενος, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι· καὶ αὕτη μὲν πρώτη λύσις. Ἐπεὶ δὲ τῶν μαθητῶν οἱ μὲν ἔκκριτοι καὶ πρῶτοι τὸν τῶν δώδεκα συνεπλήρουν χορὸν, δεύτερον δὲ παρὰ τούτους ἐτύγχανε τάγμα τὸ τῶν ἑβδομήκοντα, περὶ ὧν φησι Λουκᾶς ἐν τῷ Εὐαγγελίῳ· «Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα·» τούτων δὲ ἐκτὸς, ὑπῆρχον καὶ ἕτεροι πλείους γνώριμοι τοῦ Σωτῆρος, οὓς καὶ ἔφησεν ὁ ἱερὸς Ἀπόστολος λέγων· «Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς,» καὶ αὐτοὶ δὲ οὗτοι τοῦ τῶν μαθητῶν ὀνόματος ἠξιωμένοι ἦσαν, οἷς οὐχ οἷόν τε ἦν ὁμοῦ πᾶσι κατὰ ταυτὸ συνηθροισμένοις ἐν τῇ Ἱερουσαλὴμ ὀφθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν, εἰκότως δύο μὲν τῶν εὐαγγελιστῶν, ὅ τε Λουκᾶς καὶ ὁ Ἰωάννης, μόνοις τοῖς ἕνδεκα ὦφθαι αὐτὸν ἀναγράφουσιν ἐν τῇ Ἱερουσαλήμ. ∆ύο δὲ τούτων οἱ λοιποὶ οὐ τοῖς ἔνδεκα μόνον σπεύδειν εἰς τὴν Γαλιλαίαν, ἀλλ' ἁπλῶς τοῖς μαθηταῖς ἅπασι καὶ ἀδελφοῖς ἔφασαν παρακελεύσασθαι αὐτόν τε τὸν Σωτῆρα καὶ τὸν προφανέντα αὐτοῦ ἄγγελον, ἀορίστως καὶ ἀπολύτως τοὺς πάντας δηλώσαντες. Ἀμείνων δὲ καὶ ἀληθεστέρα ἡ πρώτη λύσις· πλείους τοίνυν αἱ ὀπτασίαι καὶ διάφοροι γεγένηνται τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν. Καὶ οἱ μὲν τάσδε εἰρηκέναι αὐτόν φασιν, οἱ δὲ τάσδε καὶ πεπραχέναι· ἔστι δὲ ὅτε καὶ περὶ τοῦ κεφαλαίου λέγοντες, ἀναπληροῖ τὰ ὑπὸ τοῦ προτέρου ἐλλειφθέντα ὁ δεύτερος.