1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἐπάνεισι πρὸς τοὺς μαθητάς· εἶτ' ἄγγελος αὐτοῖς παραγίνεται. Ἐν δὴ οὖν τῷ μεταξὺ χρόνῳ μετὰ τὴν πρώτην ἄφιξιν ἀπιούσης αὐτῆς πρὸς τοὺς ἀποστόλους καὶ τὴν ὥραν προκόψαι εἰκὸς ἦν· κἀκείνων πάλιν ἐπὶ τὸν τάφον ἀφικνουμένων, ἔτι μᾶλλον αὐξῆσαι τὸν χρόνον, ὡς μηκέτι σκοτίαν εἶναι, ἀλλ' ἤδη καθαρὰν ἡμέραν, καθ' ἣν ἀπαντήσαντες οἱ εἰρημένοι, καὶ τοῦ μνημείου ἐκτὸς ἑστῶτες, διορᾷν τὰ εἴσω κείμενα ὀθόνια οἶοί τε ἦσαν· καὶ πολὺ μᾶλλον ἔνδον γενόμενοι, ὑπὸ λαμπρᾶς ἡμέρας ἤδη τοῦ τόπου κατηυγασμένου. ∆οκεῖ δέ μοι τὰ ὀθόνια ἔνδον κείμενα ὁμοῦ μὲν καὶ δεῖγμα παρέχειν τοῦ μὴ ὑπὸ ἀνθρώπων ᾖρθαι τὸ σῶμα, ὅπερ Μαρία ὑπέλαβεν· οὐ γὰρ ἄν τινες τὸ σῶμα ὑφαιρούμενοι κατελίμπανον τὰ ὀθόνια· οὐδὲ ὁ κλέπτων ποτὲ περιέμεινεν ἕως ὅτε ἀναλύσῃ τὰ ὀθόνια καὶ καταλάβηται· ὁμοῦ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος εἶναι παραστατικά. Ὁ γὰρ μετασχηματίζων τὰ σώματα τῆς ταπεινώσεως ἡμῶν Θεὸς εἰς τὸ εἶναι σύμμορφα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ μὲν σῶμα ὡς ὄργανον τῆς ἐν αὐτῷ κατοικησάσης δυνάμεως ἠλλοίου, μεταβάλλων ἐπὶ τὸ θειότερον, τὰ δὲ 22.988 ὀθόνια ὡς περιττὰ καὶ ἀλλότρια τῆς τοῦ σώματος οὐσίας ἠφίει. ∆οκοῦσι δέ μοι κατὰ καιρὸν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπὶ τὸ μνημεῖον ἀπαντᾷν ἐν ἤδη καθαρᾷ ἡμέρᾳ καὶ φωτὶ λαμπρῷ, ὡς ἂν μὴ νυκτὸς καὶ σκοτίας ἐλθόντες τοῦτο ὑπονοηθεῖεν, ὃ δὴ καὶ κατεψεύσαντο αὐτῶν οἱ ἀρχιερεῖς, ὅτι νυκτὸς ἐλθόντες ἔκλεψαν. ∆ιόπερ οὐ νυκτὸς ἀπήντων οἱ ἄνδρες, ἀλλ' οὐδὲ σκοτίας ἔτι οὔσης, ἀλλ' ἤδη καταυγαζούσης λαμπρᾶς ἡμέρας. Εἰ δὲ λέγοι τὸ Εὐαγγέλιον ὡς ἄρα ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, εἶτα πρὸς τοῦτο ἀνθυποφέροι τις λέγων, Πῶς οὖν οἱ συγκεκλεισμένοι ἐφοίτων ἐπὶ τὸ μνημεῖον ἐν ἡμέρᾳ διαυγεῖ; ἐροῦμεν ὅτι τοὺς μὲν ἐν τῇ πόλει μέσους οἰκοῦντας τῶν Ἰουδαίων, εἰκὸς ἦν ἀποκεκλεῖσθαι ὁμοῦ τοὺς πάντας ἐν οἴκῳ ἑνὶ συνηγμένους· οἱ δὲ ἐπὶ τὸ μνῆμα ἀφικνούμενοι τῆς πόλεως ἐκτὸς ὄντες, μακρὰν ἐτύγχανον καὶ τοῦ τῶν Ἰουδαίων φόβου, ὡς ἐπὶ ἐρημίζοντα τόπον καὶ ἀνδρῶν ἐσχοληκότα παριόντες. Τάχα δὲ καὶ κρείττους φόβου γενόμενοι τῶν μαθητῶν ὅ τε Πέτρος καὶ Ἰωάννης τολμηρότερον ἐθάῤῥουν προϊέναι τοῦ οἴκου, τῶν ἄλλων μὴ τοῦτο πράττειν τολμώντων, ἢ μόνων δὴ τούτων, οἳ καὶ ἐν τοῖς ἄλλοις πλείονος ἠξιωμένοι τιμῆς παρὰ τοὺς λοιποὺς ἀποστόλους μεμαρτύρηνται.

Γʹ. Ἀλλὰ πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ,

κἄπειτα ἐλθόντες εἰς τὸ μνημεῖον ἐπίστευσαν· παρὰ δὲ τῷ Λουκᾷ εἴρηται ὅτι ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς; Ἡ μὲν παρὰ τῷ Ἰωάννῃ Μαρία τοῖς ἐκκρίτοις τῶν ἀποστόλων Πέτρῳ καὶ Ἰωάννῃ μόνοις ὡς ἀπόῤῥητον ἐκφαίνουσα ἐξεῖπε τὸ τεθεαμένον· οἱ δὲ πάλιν λαθόντες τοὺς λοιποὺς μαθητὰς μόνοι ἀπήντων ἐπὶ τὸ μνημεῖον δρομαῖοι, καὶ ἰδόντες ἐπίστευσαν· καὶ οὐδέν γε ἦν θαυμαστὸν τοὺς μὲν ἐκκρίτους τῶν ἀποστόλων ἰδόντας πεπιστευκέναι, τοὺς δὲ λοιποὺς οἷς αἱ γυναῖκες ἀπήγγελλον, ἅτε μὴ ὄψει παραλαβόντας, μὴ πιστεῦσαι αὐταῖς. Αὐτίκα γοῦν καὶ αὐτοῖς ὁμοῦ συνηγμένοις τοῖς μαθηταῖς ὀφθέντος τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, οἱ μὲν ἰδόντες ἐχάρησαν· Θωμᾶς δὲ, ἐπεὶ μὴ παρῆν μηδὲ εἶδεν, οὐκ ἐπείθετο. Εἰ δὲ οὗτος ἠπίστει τοῖς ἀποστόλοις, σχολῇ γ' ἂν μέμψαιτό τις τοῖς λοιποῖς ὅτι μηδέπω τεθεαμένοι, ταῖς γυναιξὶν ἠπίστουν. Πολλὴν δὲ βάσανον καὶ ἀκρίβειαν τῶν μαθητῶν παρίστησιν ἡ Γραφὴ, οὐκ εὐχερῶς τοῖς τούτων λόγοις συγκατιθεμένων, ἀλλ' ἐπεχόντων τὰ πρῶτα, εἰσότε πληρέστατα καὶ ἐναργῶς τἀληθὲς ἐπιγνόντες εἰπεῖν δυνηθεῖεν ὕστερον· «Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Ἔχοι δ' ἂν καὶ ἑτέραν διάνοιαν ὁ τόπος. Εἴποι γὰρ ἄν τις ὅτι ταῖς ἀπαγγελλούσαις γυναιξὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος, ὡς ἐξ ἀκοῆς τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν κατὰ τὸν Λουκᾶν οὐκ 22.989 ἐπίστευσαν οἱ ἕνδεκα, ἐν