1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

τὴν ἄφιξιν τῶν πολλῶν γυναικῶν, καὶ μετὰ τὴν θέαν τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν διηγεῖται λέγων· «Καὶ ἀποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα·» οἷς ἐπιφέρει, «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία,» καὶ τὰ ἑξῆς. Οὐκ ἀπεικὸς μὲν γὰρ ἦν, καὶ νῦν πάλιν τὴν Μαγδαληνὴν πάλαι προαφιγμένην καὶ παραμείνασαν εὐτόνως παρὰ τῷ μνήματι εὑρῆσθαι, ὅτε πολλαὶ ἀπὸ τῆς Γαλιλαίας συνελθοῦσαι γυναῖκες ἀπήντων ἐπὶ τὸν τάφον φέρουσαι τὰ ἀρώματα, ὥστε καὶ αὐτὴν ἅμα ταῖς λοιπαῖς τοὺς δύο ἄνδρας τεθεᾶσθαι, καὶ τῶν λόγων αὐτῶν ἀκηκοέναι· εἶτα σὺν ταῖς πολλαῖς ἐπανελθεῖν καὶ διηγεῖσθαι τοῖς ἕνδεκα. ∆ύναται δὲ καὶ ἄλλως ὁ λόγος, τὰ μὲν πρῶτα ταῖς ἀπὸ τῆς Γαλιλαίας γυναιξὶν ἀπονεῖμαι, λέγω δὴ τὴν εἰς τὸ μνῆμα ἄφιξιν, καὶ τὴν τῶν ἀρωμάτων κομιδὴν, τήν τε γενομένην αὐταῖς τῶν δύο ἀνδρῶν ἐπιφάνειαν, καὶ τοὺς τούτων πρὸς αὐτὰς λόγους· τὴν μὲν οὖν ἀπαγγελίαν τὴν πρὸς τοὺς ἕνδεκα μηκέτι παρ' αὐτῶν μόνον γεγενῆσθαι, ἀλλ' ὁμοῦ παρὰ πασῶν, ἑκάστης ἃ τεθέατο διηγημένης· ἐν αἷς πάλιν τὴν Μαγδαληνὴν εἶναι μετὰ τῶν λοιπῶν καὶ αὐτὴν τοῖς μαθηταῖς ἀπαγγέλλουσαν τὰ ἰδίως μόνῃ αὐτῇ ἑωραμένα.

Ηʹ. Ἐγὼ δὲ κἀκεῖνο ζητῶ, πῶς παρὰ μὲν τῷ Μάρκῳ εἴρηται, ὡς ἄρα

διαγενομένου τοῦ Σαββάτου ἡτοίμασαν ἀρώματα, παρὰ δὲ τῷ Λουκᾷ πρὸ τοῦ Σαββάτου τοῦτ' ἔπραξαν ἐν αὐτῇ τῇ Παρασκευῇ. Καὶ τοῦτο δὲ τοῖς προτέροις συμπεπλεγμένον ζητήμασι, τῆς ὁμοίας ἐκείνοις τύχοι ἂν ἑρμηνείας· ἀποδεικνύντων δὲ ἡμῶν μὴ εἶναι τὰς αὐτὰς, ἀλλ' ἑτέρας μὲν τὰς πρὸ τοῦ Σαββάτου ἐν αὐτῇ τῇ Παρασκευῇ, καθ' ἣν πέπονθεν ὁ Σωτὴρ, περὶ τὴν κηδείαν ἀσχοληθείσας, ἑτέρας δὲ τὰς μετὰ τὸ Σάββατον· σαφῶς γὰρ ταύτας Λουκᾶς μεμαρτύρηκε κατ' αὐτὴν τὴν ἡμέραν τοῦ πάθους ταῦτα πεποιηκέναι, οὐδαμῶς ὀνόματος γυναικῶν μνημονεύσας, ἀλλ' ἁπλῶς γυναῖκας εἰπὼν τὰς συνελθούσας αὐτῷ ἀπὸ τῆς Γαλιλαίας· ὁ δὲ Μάρκος ὀνομαστὶ τρεῖς μόνας ἀνέγραψε καθ' ἑαυτὰς πρόνοιαν πεποιημένας τῶν ἀρωμάτων, οὐ τῇ Παρασκευῇ, ἀλλὰ μετὰ διαγενέσθαι τὸ Σάββατον· ἑτέρας δὲ εἶναι ταύτας παρὰ τὰς παρὰ τῷ Λουκᾷ, καὶ τὰ ἑξῆς ἐπαγόμενα δείκνυσιν. Αὗται μὲν οὖν γυναῖκες παρὰ τῷ Μάρκῳ τὸν νεανίσκον ὁρῶσι καθήμενον ἐν τοῖς δεξιοῖς, ὃς καί φησιν αὐταῖς· «Μὴ φοβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν· ἠγέρθη, οὐκ ἔστιν ὧδε.» Ταῖς δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐπέστησαν ἐν ἐσθῆτι ἀστραπτούσῃ, καὶ ἑτέρας προφέρονται φωνὰς λέγοντες· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ τὰ ἑξῆς· καὶ αἱ μὲν παρὰ τῷ Μάρκῳ ἀκούσασαι τοῖς μαθηταῖς ἐπαγγεῖλαι τὰ παρηγγελμένα· οὐδενὶ οὐδὲν εἶπον· αἱ δὲ παρὰ τῷ Λουκᾷ πορευθεῖσαι ἀπήγγειλαν τοῖς ἕνδεκα· ὡς διὰ τούτων ἁπάντων συνάγεσθαι, μὴ τὰς αὐτὰς εἶναι· διὸ μηδὲ ὑφ' ἕνα καιρὸν πεποιηκέναι τὰ ἀναγεγραμμένα.

Θʹ. «Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ

λέγει αὐτοῖς. Εἰρήνη ὑμῖν.» Ἐνταῦθά τις ἀπορήσειε πῶς τοῖς ἕνδεκα μαθηταῖς ὁμοῦ συνηγμένοις μετὰ τὴν ἀνάστασιν ἐπιστὰς ὁ Κύριος κατὰ τὸν Λουκᾶν καὶ κατὰ Ἰωάννην συμφώνως ταῦτα ἀπομνημονεύσαντας, οὐκέτι παρ' ἀμφοτέροις ταὐτὰ πράττων οὐδὲ φάσκων ἀναγέγραπται. Ὅτι τὴν αὐτὴν ὀπτασίαν οἱ δύο συνέγραψαν εὐαγγελισταὶ κατὰ μίαν καὶ τὴν αὐτὴν ὥραν τε καὶ ἡμέραν γενομένην, παραστῆσαι δεῖ πρότερον· τοῦτο δ' ἂν γένοιτο φανερὸν ἐπιτηρήσαντί σοι ἀκριβῶς τὴν Γραφήν. Ὁ μὲν γὰρ Ἰωάννης προειπὼν, «Τῇ δὲ μιᾷτῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ,» ἑξῆς ἐπισυνάπτει λέγων· «Οὔσης ὀψίας ἐν ἐκείνῃ τῇ ἡμέρᾳ συνηγμένων τῶν μαθητῶν, ἦλθεν ὁ Ἰησοῦς, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.» Ὥστ' εἶναι σαφὲς ἐκ τούτων ὅτι κατ' αὐτὴν τὴν Κυριακὴν ἡμέραν τῆς ἀναστάσεως ὀψίας ἦν πεπραγμένα