1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

τὰ παρὰ τῷ Ἰωάννῃ· καὶ κατὰ τὸν Λουκᾶν ἡ αὐτὴ ἡμέρα καὶ ὥρα εὑρεθήσεται· λέγει γοῦν καὶ αὐτός· «Τῇ δὲ μιᾷ τῶν Σαββάτων ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον αἱ γυναῖκες.» Εἶθ' ἑξῆς, ὅτι ἰδοῦσαι ἀγγέλους, ἐπανῆλθον καὶ ἀπήγγειλαν τοῖς μαθηταῖς ἃ τεθέαντο. Πέτρος δὲ σπεύσας ἐπὶ τὸ μνῆμα ἀπαντᾷ, καὶ τὰ ὀθόνια θεωρεῖ· καὶ ταῦτα μὲν ὄρθρου βαθέος ἐγένετο, τῇ ἀναστασίμῳ ἡμέρᾳ. Λέγει δὲ ἑξῆς ἐπισυνάπτουσα ἡ Γραφή· «Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην.» Οὗτοι δὲ ἦσαν οἱ περὶ τὸν Κλεόπαν· οἷς συνεισελθὼν εἰς τὴν Ἐμμαοῦν, λαβὼν ἄρτον εὐλόγησε, καὶ ἐπιδιδοὺς αὐτοῖς, ἀφανὴς ἐγένετο. Εἶτ' ἐπιλέγει· «Καὶ ἀναστάντες ὑπέστρεψαν αὐτῇ τῇ ὥρᾳ εἰς Ἱερουσαλὴμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα.» Εἶτα ὁμιλούντων αὐτῶν ἔστη ὁ Ἰησοῦς ἐν μέσῳ, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν,» καὶ τὰ ἑξῆς. ∆έδεικται τοίνυν καὶ ἀπὸ τοῦ Λουκᾶ, ὡς ἡ αὐτὴ ἐτύγχανεν ἡμέρα, καὶ ἡ αὐτὴ δὲ ὥρα συνίσταται ἀπὸ τοῦ ἐν μιᾷ ἡμέρᾳ τοὺς περὶ Κλεόπαν εἰς τὴν Ἐμμαοῦν γενέσθαι, κἀκεῖθεν ἐπανεληλυθέναι εἰς τὴν Ἱερουσαλὴμ, ἤδη που πάντως ἑσπέρας καταλαβούσης· εἶτα τὴν ἐπιφάνειαν γεγονέναι. Ἐπειδὴ τοίνυν ἡ αὐτὴ παρ' ἀμφοτέροις πέφηνεν ὀπτασία, φέρε ἴδωμεν ὅπως ἕτερα μὲν παρὰ τῷ Λουκᾷ εἴρηται πράξας καὶ λαλήσας ὁ Σωτὴρ, ἕτερα δὲ παρὰ τῷ Ἰωάννῃ. Ὁμοίως μὲν οὖν παρ' ἀμφοτέροις λέλεκται, ὡς ἄρα μέσος αὐτῶν στὰς εἶπεν αὐτοῖς, «Εἰρήνη ὑμῖν.» Ἀφωρισμένως δὲ παρὰ τῷ Λουκᾷ πρόσκειται ὅτι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ τὰ ἑξῆς. Ἀλλ' εἰ καὶ μὴ τοσαῦτα εἴρηται παρὰ τῷ Ἰωάννῃ, ἀλλὰ τὰ ἑξῆς πάλιν παρ' ἀμφοτέροις συνῴδει. Παρὰ μὲν γὰρ τῷ Ἰωάννῃ μετὰ τὸ, «Εἰρήνη ὑμῖν,» ἐπιλέγεται, «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.» Οὐ φέρεται δὲ ἡ αἰτία παρὰ τῷ Ἰωάννῃ, ὡς ἂν ἤδη λελεγμένη παρὰ τῷ Λουκᾷ· ἦν δὲ αὕτη τὸ νομίζειν αὐτοὺς πνεῦμα θεωρεῖν· ὅτι 22.1001 γε μὴν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὑτοῦ μαρτυρήσας ὁ Ἰωάννης, σύμφωνος ἂν εἴη τῷ καὶ τὴν αἰτίαν παραθεμένῳ. Τούτοις ἑξῆς, ὁ μὲν Λουκᾶς φησιν, «Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἀπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος.» Ταῦτα δὲ Ἰωάννης οὐ συνέγραψεν. Ἔνθα γενομένοις ἐπιστῆσαι προσήκει τὸν νοῦν, ὡς καὶ ἐν τοῖς λοιποῖς, τὰς σεμνοτέρας καὶ θειοτέρας πράξεις τε καὶ διδασκαλίας τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ Ἰωάννου τὸ Πνεῦμα τὸ ἅγιον ἀπεμνημόνευσε, τὰ δὲ ἀνθρωπινώτερα διὰ τῶν λοιπῶν συνέγραψεν, ὃ δὴ καὶ νῦν πεποίηκεν. Ὡς γὰρ ἐνόμισαν οἱ μαθηταὶ ἰδόντες τὸν Σωτῆρα, μὴ αὐτὸν θεωρεῖν ἀλλὰ πνεῦμα, καὶ ὡς ἠπίστουν αὐτῷ, καὶ μετὰ τὸ δεῖξαι αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας ἀναγκαίως, ἔτι ἀπιστούντων αὐτῶν, αἰτήσας τι βρώσιμον, ἔφαγεν ἐνώπιον αὐτῶν. Ταῦτα δὲ σωματικώτερα ὄντα, καὶ πολλὴν ἀπιστίαν τῶν ἀποστόλων κατηγοροῦντα, αὐτοῦ τε τοῦ Σωτῆρος συμπεριφορὰν, πείθοντος αὐτοὺς καὶ σαφῶς παριστῶντος ὡς ἄρα αὐτὸς εἴη, τῷ Λουκᾷ ὡς ἂν ὑποδεεστέρῳ γράφειν τὸ Πνεῦμα ὑπέβαλε· τὰ δὲ κρείττονα καὶ δυνάμεως ἐνθέου παραστατικὰ διὰ τοῦ Ἰωάννου παρίστη, γράφοντος καὶ αὐτοῦ ἑξῆς ταῦτα, «Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον·» εἶπεν οὖν αὐτοῖς πάλιν, «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς· καὶ τοῦτο εἰπὼν ἀνεφύσησε,» καὶ τὰ ἑξῆς. Ἔχοι δ' ἂν ἀκολουθίαν ὁ παρ' ἀμφοτέροις λόγος, εἰ τὰ παρὰ τῷ Λουκᾷ πρῶτα πεπράχθαι λογισαίμεθα, εἶθ' οὕτως μετ' ἐκεῖνα συνάψομεν τὰ παρὰ τῷ Ἰωάννῃ. Ἔτι μὲν γὰρ ἀπιστούντων αὐτῶν καὶ τροφὴν ᾔτει, καὶ μὴ ἀρκεσθεὶς τῇ βρώσει τοῦ ἰχθύος, καὶ λόγους αὐτοὺς στηρίζει, τῆς προτέρας αὐτοὺς ὑπομιμνήσκων διδασκαλίας κατὰ τὸν Λουκᾶν. Ὅτε δὲ λοιπὸν πεισθέντες ἐπληροφορήθησαν αὐτὸν εἶναι ἀληθῶς, καὶ λοιπὸν χαρᾶς ἦσαν μεστοὶ, τότε δευτέραν αὐτοῖς εἰρήνην ἑτέραν καὶ κρείττονα παρὰ τὴν προτέραν δίδωσι, καὶ παρακελεύεται ἑτοίμους εἶναι εἰς τὴν ἀποστολὴν, μονονουχὶ ὁμοίους αὐτῷ καὶ αὐτοὺς ἔσεσθαι διὰ τοῦ ὁμοίου ἔργου ἐπαγγειλάμενος. Εἶθ' ἑξῆς καὶ ἀκολούθως ἐμπνεῖ αὐτοῖς τοῦ ἁγίου Πνεύματος, ὡς ἂν