1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

236

εἰρημένων διαγινώσκοντα. καὶ ταῦτα δὲ ῥᾴδια μαθεῖν παρά τε νυκτοθηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν, οἷς ἐπιμελὲς 14.11.4 ταῦτα εἰδέναι. τὸ δὲ μέχρι τούτου ἀστρονομίαν μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα καὶ τοὺς πλανήτας καὶ ἀσταθμήτους ἀστέρας γνῶναι καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς καὶ τὰς περιόδους καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντα κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν μὲν γὰρ οὐδεμίαν οὐδ' ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἦν. ἔφη δὲ καὶ ταῦτα ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ ὠφελί14.11.5 μων ἀποκωλύειν. ὅλως δὲ τῶν οὐρανίων ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα, ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλήθησαν. κινδυνεῦσαι δ' ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν 14.11.6 θεῶν μηχανὰς ἐξηγεῖσθαι. ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν· καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ. ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει. 14.11.7 ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν, καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν· μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι.» Ταῦτα Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν. ἐν ἐπιστολῇ δὲ ὁ αὐτὸς τῇ πρὸς Αἰσχίνην περὶ Πλάτωνος καὶ τῶν αὐχούντων τὴν τοῦ παντὸς φυσιολογίαν τοιαῦτα γράφει·

14.12.1 ιβʹ. ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΟΛΟΓΕΙΝ ΑΥΧΟΥΝΤΩΝ «Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς παντὶ δῆλον· ἀπόχρη δὲ τῷ κρείττονι τῆς δυνάμεως αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλοις εἰδέναι πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένων, τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις ἄχθος φέρει. πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων πέρι λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικὴν μὲν γὰρ ἴσμεν αὐτὸν μέχρις ὤτων συνιέντα· διετέλει δὲ ἑκάστοτε αὐτοῖς λέγων τί καλὸν καὶ τί ἀνδρεία δικαιοσύνη τε καὶ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ' ἄλλα ἢ ἀδύνατον ἀνθρώποις ἁλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετ' ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐχὶ δὲ ἔπραττε. γράφειν δὲ τὰ πραχθέντα εἰδότι σοι, καίπερ οὐκ ἀηδὲς ἐσόμενον, χρόνον ἔχει ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἷς Σωκράτης οὐκ ἤρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρα τερατώδους σοφίας, ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.» Ταῦτα Ξενοφῶν τὸν Πλάτωνα αἰνιττόμενος. ὁ δέ γε Πλάτων ἐν Πολιτείᾳ περὶ γυμναστικῆς καὶ μουσικῆς τάδ' ἱστορεῖ φάναι τὸν Σωκράτην·