42
παρακελεύεται διὰ τῆς γραφῆς λέγων οὕτως· «Μνείᾳ μνησθήσῃ κυρίου τοῦ θεοῦ, τοῦ ποιήσαντος ἐν σοὶ τὰ μεγάλα καὶ θαυ8.9.25 μαστά». κατανοούμενα γὰρ ἔνδοξα καὶ μεγάλα φαίνεται, πρῶτον μὲν ἡ σύμπηξις ἡ τοῦ σώματος καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέλος διαστολή, πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα καὶ κίνησις ἀόρατος ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν καὶ τεχνῶν 8.9.26 εὕρεσις ἀπέραστον περιέχει τρόπον. διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα συνεχόμενα θείᾳ δυνάμει σὺν κατασκευῇ. πάντα γὰρ χρόνον καὶ τόπον ὥρικε πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος 8.9.27 θεοῦ, συντηροῦντος καὶ τὰς ἀρχὰς καὶ μεσότητας καὶ τελευτάς. καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πόλεων καὶ οἰκήσεων διὰ τὸ σκεπάζεσθαι καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχεν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς 8.9.28 ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον. κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους καὶ πορευομένους μελετᾶν τὰς τοῦ θεοῦ κατασκευάς, οὐ λόγῳ μόνον, ἀλλὰ καὶ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ τὴν ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος ἡ τούτων μετάθεσις. 8.9.29 ∆έδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ' ἀλήθειαν καὶ σημείωσιν 8.9.30 ὀρθοῦ λόγου. διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα κελεύει μηθὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν μήτε τῇ τοῦ λόγου 8.9.31 δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ μυῶν καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφήν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς 8.9.32 ἄχρηστον γίνεσθαι ἀνθρώπῳ ὅ τι ἂν δή ποτ' οὖν ἐπιβάλληται κακοποιεῖν. τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα. διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. καὶ διὰ τοῦτ' οὖν ὁ τοιοῦτος τρόπος τῶν ἀνθρώπων ἀκάθαρτός ἐστιν. ὅσα γὰρ δι' ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες κακοῖς ἑτέρους ἐνεκύλισαν ἀκαθαρσίαν τε οὐ τὴν τυχοῦσαν ἐπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ 8.9.33 τῆς ἀσεβείας μολυσμῷ. καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.» Ἐγὼ δὲ εἶπα· «Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς περιβάλλει συνεχῶς.» «Τούτους γάρ· ἐπαγρύπνησις γὰρ εἰς ἀνθρώπων ἀπώλειαν ἀνόσιος. ὁ δὲ νόμος 8.9.34 ἡμῶν κελεύει μήτε λόγῳ μήτε ἔργῳ κακοποιεῖν μηδένα. καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ διεξελθεῖν, προσυποδείξαντά σοι διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ' ἵνα δι' ὅλου τοῦ ζῆν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάν8.9.35 τας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος θεοῦ. περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων, ἑρπετῶν καὶ κνωδάλων, ὁ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύ8.9.36 νην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν.» Ἐμοὶ μὲν οὖν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολελογῆσθαι· καὶ γὰρ ἐπὶ τῶν προσφερομένων ἔλεγε μόσχων τε καὶ κριῶν καὶ χιμάρων ὅτι δεῖ ταῦτ' ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα κατασκευάζειν καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες