105
πάνυ πολλοῖς ἔτεσι, τῆς δὲ γεγονυίας Ἰλίου κτίσεως 10.11.7 καὶ τοῦ Τρωὸς καὶ ∆αρδάνου λίαν ἀρχαιότερος. ἀποδείξεως δὲ ἕνεκεν μάρτυσι χρήσομαι Χαλδαίοις, Φοίνιξιν, Αἰγυπτίοις. καὶ τί μοι λέγειν πλείονα; χρὴ γὰρ τὸν πείθειν ἐπαγγελλόμενον συντομωτέρας ποιεῖσθαι τὰς περὶ τῶν πραγμά10.11.8 των πρὸς τοὺς ἀκούοντας διηγήσεις. Βηρωσσὸς ἀνὴρ Βαβυλώνιος, ἱερεὺς τοῦ παρ' αὐτοῖς Βήλου κατ' Ἀλέξανδρον γενόμενος, Ἀντιόχῳ τῷ μετὰ Σέλευκον τρίτῳ τὴν Χαλδαίων ἱστορίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασιλέων ἐκτιθέμενος ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ, τοῦ συστρατεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους, ἅτινα διὰ τῶν καθ' ἡμᾶς προφητῶν ἴσμεν κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μωσέως ἡλικίας κατώτερα, πρὸ δὲ τῆς 10.11.9 Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα. Βηρωσσὸς δέ ἐστιν ἀνὴρ ἱκανώτατος· καὶ τούτου τεκμήριον Ἰόβας, ὃς Περὶ Ἀσσυρίων γράφων παρὰ Βηρωσσοῦ φησι μεμαθηκέναι τὴν ἱστορίαν· εἰσὶ δ' αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο. 10.11.10 Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει· γεγόνασι παρ' αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος, Ὑψικράτης, Μῶχος. τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ' ἀκριβὲς πραγμα10.11.11 τευσάμενος. ἐν δὴ ταῖς τῶν προειρημένων ἱστορίαις δηλοῦται, κατὰ τίνα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴ γέγονεναι, Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις καὶ τὰ περὶ Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατα10.11.12 σκευὴν ἐδωρήσατο. καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. τοῦ δὲ Εἰράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομῶν δὲ ὁ κατ' Εἴραμον πολὺ κατώτερός ἐστι τῆς Μωσέως ἡλικίας. 10.11.13 Αἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί. καὶ τῶν κατ' αὐτοὺς γραμμάτων ἑρμηνεὺς Πτολεμαῖος οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος, οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατὰ Ἄμωσιν Αἰγύπτου βασιλέα γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία, Μω10.11.14 σέως ἡγουμένου. λέγει δὲ οὕτως· «Ὁ δὲ Ἄμωσις ἐγένετο κατὰ Ἴναχοντὸν βασιλέα». μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν πέντε δέ εἰσιν αὐτῷ γραφαί πολλὰ μὲν καὶ ἄλλα, φησὶ δ' ὅτι «κατέσκαψε τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος 10.11.15 Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.» ὁ δὲ ἀπὸ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον. 10.11.16 Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος, Φορωνεύς, Ἆπις, Ἀργεῖος Κρίασος, Φόρβας, Τριόπας, Κροτωπός, Σθενέλαος, ∆αναός, Λυγκεύς, Ἄβας, Προῖτος, Ἀκρίσιος, Περσεύς, Σθενέλαος, Εὐρυσθεύς, Ἀτρεύς, Θυέστης,Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω. 10.11.17 καὶ χρὴ τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλήνων παράδοσιν οὐδ' ἱστορίας τις ἦν παρ' αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας 10.11.18 ἐπέβη. μετὰ δὲ Ἴναχον ὑπὸ Φορωνέως μόλις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονε μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μωσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι 10.11.19 τετρακοσίοις. ἀποδείκνυται δὲ τοῦθ' οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς Μακεδονικῶν τε καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν· ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἱ διαφανέστατοι πράξεις παρ' Ἕλλησιν ἐγράφησάν 10.11.20 τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωσέα. κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ' Ἴναχον μνημονεύεται παρ' Ἀθηναίοις Ὤγυγος, ἐφ' οὗ κατακλυσμὸςὁ πρῶτος, κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ' οὗ Ἀκταία ἡ